- 텍스트

Plutarch, De Iside et Osiride, section 40

(플루타르코스, De Iside et Osiride, section 40)

Ὄσιριν καὶ αὐξανούσης τὸν Ὧρον, ἀναθυμιάσεσι καὶ ὁμίχλαις καὶ νέφεσι ῥωννύμενον, ἐκρατήθη μέν, οὐκ ἀνῃρέθη δ ὁ Τυφών.? οὐ γὰρ εἰάσεν ἡ κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλ ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν: οὐ γὰρ ἦν κόσμον εἶναι τέλειον, ἐκλιπόντος καὶ ἀφανισθέντος τοῦ πυρώδους.

εἰ δὲ ταῦτα μὴ λέγεται παρὰ τὸ εἰκός, εἰκότως οὐδ ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον, ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας θάλασσα γὰρ ἦν ἡ Αἴγυπτος διὸ πολλὰ μὲν ἐν τοῖς μετάλλοις καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια ἔχειν πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα, πολλῶν ὑπαρχόντων, ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης·

ἑώλον ἐνταυθοῖ συνερρυηκός.

ὁ δ Ὧρος· χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε τουτέστιν εὐκαιρίας ὄμβρων γενομένης, ὁ Νεῖλος ἐξεώσας τὴν θάλασσαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς· προσχώσεσιν.

ὃ δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν ὁρῶμεν γὰρ ἔτι νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι τὴν γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος, καὶ τὴν θάλασσαν, ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς: προσχώσεις, ἀπορρέουσαν:

τὴν δὲ Φάρον, ἣν Ὅμηρος ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου, νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν οὐδὲ προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν θεολογουμένοις ἐστί:

: λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION