- 텍스트

Plutarch, De Iside et Osiride, section 34

(플루타르코스, De Iside et Osiride, section 34)

τὴν ἀφ ὑγροῦ τροφὴν αὐτῶν καὶ γένεσιν.? οἰόνται δὲ καὶ Ὅμηρον ὥσπερ Θαλῆν μαθόντα παρ Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ γένεσιν τίθεσθαι, τὸν γὰρ Ὠκεανὸν Ὄσιριν εἶναι, τὴν δὲ Τηθὺν Ἶσιν, ὡς τιθηνουμένην πάντα καὶ συνεκτρέφουσαν.

καὶ γὰρ Ἕλληνες τὴν τοῦ σπέρματος πρόεσιν ἀπουσίαν καλοῦσι καὶ συνουσίαν τὴν μῖξιν, καὶ τὸν υἱὸν ἀπὸ τοῦ ὕδατος καὶ τοῦ ὗσαι: ὡς κύριον τῆς ὑγρᾶς φύσεως, οὐχ ἕτερον ὄντα τοῦ Ὀσίριδος καὶ γὰρ τὸν Ὄσιριν Ἑλλάνικος Ὄσιριν ἐοίκεν ἀκηκοέναι ὑπὸ τῶν ἱερέων λεγόμενον:

οὕτω γὰρ ὀνομάζων διατελεῖ τὸν θεόν, εἰκότως ἀπὸ τῆς φύσεως καὶ τῆς εὑρέσεως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION