호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"θεῶν ἄπο μήδε ἔχοντας:? τῷ δ ἀπὸ τῶν δαιμόνων προσρήματι χρωμένου κοινῶς ἐπί τε χρηστῶν καὶ φαύλων, δαιμόνιε σχεδὸν ἐλθέ: τίη δειδίσσεαι οὕτως Ἀργείους· καὶ πάλιν ἀλλ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος:
καὶ δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν, ὅ,τ ἀσπερχὲς μενεαίνεις Ἰλίου ἐξαλαπάξαι ἐυκτίμενον πτολίεθρον· ὡς τῶν δαιμόνων μικτὴν καὶ ἀνώμαλον φύσιν ἐχόντων καὶ προαίρεσιν.
ὅθεν ὁ μὲν Πλάτων Ὀλυμπίοις θεοῖς τὰ δεξιὰ καὶ περιττὰ τὰ δ ἀντίφωνα τούτων δαίμοσιν ἀποδίδωσιν. ὁ δὲ Ξενοκράτης καὶ τῶν ἡμερῶν τὰς ἀποφράδας καὶ τῶν ἑορτῶν, ὅσαι πληγάς τινας ἢ κοπετοὺς ἢ νηστείας ἢ δυσφημίας:
ἢ αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς οὔτε δαιμόνων οἰέται προσήκειν χρηστῶν, ἀλλ εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις, καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο χεῖρον τρέπονται:
"πλουτοδότας καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας.
γένος καὶ διακονικὸν ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων, εὐχὰς μὲν ἐπεῖ καὶ δεήσεις ἀνθρώπων ἀναπέμποντας, ἐκεῖθεν δὲ μαντεῖα δεῦρο καὶ δόσεις ἀγαθῶν φέροντας, Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἐξαμάρτωσι καὶ πλημμελήσωσιν, αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δ αἰθέρος ἔμβαλε δίναις:
ἄλλος δ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες:
τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기