호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν οὖν ἃ μυθολογοῦσιν Αἰγύπτιοι περὶ τῶν θεῶν ἀκούσῃς, πλάνας καὶ διαμελισμοὺς καὶ πολλὰ τοιαῦτα παθήματα, δεῖ τῶν προειρημένων μνημονεύειν καὶ μηδὲν οἰέσθαι τούτων λέγεσθαι γεγονὸς οὕτω καὶ πεπραγμένον.? οὐ γὰρ τὸν κύνα κυρίως Ἑρμῆν λέγουσιν, ἀλλὰ τοῦ ζῴου τὸ φυλακτικὸν καὶ τὸ ἄγρυπνον καὶ τὸ φιλόσοφον, γνώσει καὶ ἀγνοίᾳ τὸ φίλον καὶ τὸ ἐχθρὸν ὁρίζοντος, φησιν ὁ Πλάτων, τῷ λογιωτάτῳ τῶν θεῶν συνοικειοῦσιν.
οὐδὲ τὸν ἣλιον ἐκ λωτοῦ νομίζουσι βρέφος ἀνίσχειν νεογνόν, ἀλλ οὕτως ἀνατολὴν ἡλίου γράφουσι, τὴν ἐξ ὑγρῶν ἡλίου γιγνομένην ἄναψιν αἰνιττόμενοι.
καὶ καλοῦσι μέχρι νῦν οὕτως ἐν τῷ καταλόγῳ τῶν βασιλέων, οὐ κυρίως δήπου τὴν οὐσίαν αὐτοῦ σημαίνοντες, ἀλλὰ τοῦ τρόπου τὴν σκληρότητα καὶ κακίαν ὀργάνῳ φονικῷ παρεικάζοντες.
ἀληθῆ δόξαν ἔχειν περὶ θεῶν μηδὲν οἰομένη μᾶλλον αὐτοῖς μήτε θύσειν μήτε ποιήσειν κεχαρισμένον, οὐδὲν ἔλαττον ἀποφεύξῃ κακὸν ἀθεότητος δεισιδαιμονίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기