호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σόλων Θαλῆς Πλάτων Εὔδοξος Πυθαγόρας, ὡς δ ἔνιοί φασι, καὶ Λυκοῦργος, εἰς Αἴγυπτον ἀφικόμενοι καὶ συγγενόμενοι τοῖς ἱερεῦσιν.? Εὔδοξος μὲν οὖν Χονούφεώς φασι Μεμφίτου διακοῦσαι, Σόλωνα δὲ Σόγχιτος Σαϊ´του, Πυθαγόραν δ Οἰνούφεως Ἡλιοπολίτου.
θαυμασθεὶς καὶ θαυμάσας τοὺς ἄνδρας ἀπεμιμήσατο τὸ συμβολικὸν αὐτῶν καὶ μυστηριῶδες, ἀναμίξας αἰνίγμασι τὰ δόγματα:
"μηδὲ πῦρ μαχαίρᾳ σκαλεύειν ἐν οἰκίᾳ" δοκῶ δ ἔγωγε καὶ τὸ τὴν μονάδα τοὺς ἄνδρας ὀνομάζειν Ἀπόλλωνα καὶ τὴν δυάδα Ἄρτεμιν, Ἀθηνᾶν δὲ τὴν ἑβδομάδα, Ποσειδῶνα δὲ τὸν πρῶτον κύβον, ἐοικέναι τοῖς ἐπὶ τῶν ἱερῶν ἱδρυμένοις καὶ δρωμένοις νὴ Δία καὶ γραφομένοις.
καὶ κύριον Ὄσιριν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν:
ἔνιοι δὲ καὶ τοὔνομα διερμηνεύουσι πολυόφθαλμον, ὡς τοῦ μὲν ος, τὸ πολύ, τοῦ δ ιρι τὸν ὀφθαλμὸν Αἰγυπτίᾳ γλώττῃ φράζοντος τὸν δ οὐρανὸν ὡς ἀγήρων δι ἀιδιότητα καρδίᾳ θυμὸν ἐσχάρας ὑποκειμένης.
ἐν δὲ Θήβαις εἰκόνες ἦσαν ἀνακείμεναι δικαστῶν ἄχειρες, ἡ δὲ τοῦ ἀρχιδικαστοῦ καταμύουσα τοῖς ὄμμασιν, ὡς ἄδωρον ἅμα τὴν δικαιοσύνην καὶ ἀνέντευκτον οὖσαν. τοῖς δὲ μαχίμοις κάνθαρος ἦν γλυφὴ σφραγῖδος οὐ γὰρ ἔστι κάνθαρος θῆλυς, ἀλλὰ πάντες ἄρσενες.
τίκτουσι δὲ τὸν γόνον εἰς ὕλην, ἣν σφαιροποιοῦσιν,: οὐ τροφῆς μᾶλλον ἢ γενέσεως χώραν παρασκευάζοντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기