- 텍스트

Plutarch, De Iside et Osiride, section 7

(플루타르코스, De Iside et Osiride, section 7)

ἰχθύων δὲ θαλαττίων πάντες μὲν οὐ πάντων ἀλλ ἐνίων ἀπέχονται, καθάπερ Ὀξυρυγχῖται τῶν ἀπ ἀγκίστρου:? δεδίασι μή ποτε τὸ ἄγκιστρον οὐ καθαρόν ἐστιν ὀξυρύγχου περιπεσόντος αὐτῷ.

Συηνῖται δὲ φάγρου δοκεῖ γὰρ ἐπιόντι τῷ Νείλῳ συνεπιφαίνεσθαι, καὶ τὴν αὔξησιν ἀσμένοις φράζειν αὐτάγγελος ὁρώμενος. οἱ δ ἱερεῖς ἀπέχονται πάντων:

ἐνάτῃ τῶν ἄλλων Αἰγυπτίων ἑκάστου πρὸ τῆς αὐλείου θύρας ὀπτὸν ἰχθὺν κατεσθίοντος, οἱ ἱερεῖς οὐ γεύονται μὲν κατακάουσι δὲ πρὸ τῶν θυρῶν τοὺς ἰχθῦς, δύο λόγους ἔχοντες, ὧν τὸν μὲν ἱερὸν καὶ περιττὸν αὖθις ἀναλήψομαι, συνᾴδοντα τοῖς περὶ Ὀσίριδος καὶ Τυφῶνος ὁσίως φιλοσοφουμένοις:

ὁ δ ἐμφανὴς καὶ πρόχειρος οὐκ ἀναγκαῖον οὐδ ἀπερίεργον ὄψον ἀποφαίνων τὸν ἰχθύν, Ὁμήρῳ μαρτυρεῖ μήτε Φαίακας τοὺς ἁβροβίους μήτε τοὺς Ἰθακησίους ἀνθρώπους νησιώτας·

ἰχθύσι χρωμένους ποιοῦντι μήτε τοὺς Ὀδυσσέως ἑταίρους ἐν πλῷ τοσούτῳ καὶ ἐν θαλάττῃ πρὶν εἰς ἐσχάτην ἐλθεῖν ἀπορίαν.

ὅλως δὲ καὶ τὴν θάλατταν ἐκ πυρὸς ἡγοῦνται καὶ παρωρισμένην, οὐδὲ μέρος οὐδὲ στοιχεῖον ἀλλ ἀλλοῖον περίττωμα διεφθορὸς καὶ νοσῶδες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION