- 텍스트

Plutarch, De Iside et Osiride, section 6

(플루타르코스, De Iside et Osiride, section 6)

οἶνον δ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος:? οἱ δ ἄλλοι χρῶνται μὲν ὀλίγῳ δέ.

πολλὰς δ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑκαταῖος ἱστόρηκεν, ἱερεῖς ὄντες:

ἤρξαντο δὲ πίνειν ἀπὸ Ψαμμητίχου, πρότερον δ οὐκ ἔπινον οἶνον οὐδ ἔσπενδον ὡς φίλιον θεοῖς, ἀλλ ὡς αἷμα τῶν πολεμησάντων ποτὲ τοῖς θεοῖς, ἐξ ὧν οἰόνται πεσόντων καὶ τῇ γῇ συμμιγέντων ἀμπέλους γενέσθαι: διὸ καὶ τὸ μεθύειν ἔκφρονας ποιεῖν καὶ παραπλῆγας, ἅτε δὴ τῶν προγόνων τοῦ αἵματος ἐμπιπλαμένους:

.

Εὔδοξος ἐν τῇ δευτέρᾳ τῆς περιόδου λέγεσθαί φησιν οὕτως ὑπὸ τῶν ἱερέων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION