- 텍스트

Plutarch, Caius Marius, chapter 29

(플루타르코스, Caius Marius, chapter 29)

καὶ μάλιστα περὶ τὴν τελευταίαν ἐφθονεῖτο, πολλὰ συνεξαμαρτάνων τοῖς περὶ τὸν Σατορνῖνον.? ὧν ἦν καὶ ὁ Νωνίου φόνος, ὃν ἀντιπαραγγέλλοντα δημαρχίαν ἀπέσφαξεν ὁ Σατορνῖνος. εἶτα δημαρχῶν ἐπῆγε τὸν περὶ τῆς χώρας νόμον, ᾧ προσεγέγραπτο τὴν σύγκλητον ὀμόσαι προσελθοῦσαν, ἦ μὴν ἐμμενεῖν οἷς ἂν ὁ δῆμος ψηφίσαιτο καὶ πρὸς μηδὲν ὑπεναντιώσεσθαι. τοῦτο τοῦ νόμου τό μέρος προσποιούμενος ἐν τῇ βουλῇ διώκειν ὁ Μάριος οὐκ ἔφη δέξεσθαι τὸν ὁρ´κον, οὐδὲ ἄλλον οἰέσθαι σωφρονοῦντα:

καὶ γάρ εἰ μὴ μοχθηρὸς ἦν ὁ νόμος, ὕβριν εἶναι τὰ τοιαῦτα τὴν βουλὴν διδόναι βιαζομένην, ἀλλὰ μὴ πειθοῖ μηδὲ ἐκοῦσαν. ταῦτα δὲ οὐχ οὕτως φρονῶν ἔλεγεν, ἀλλὰ τῷ Μετέλλῳ ἀπάτην περιτιθεὶς ἄφυκτον. κατὰ Πίνδαρον ἡγούμενον ἐβούλετο τῇ πρὸς τὴν σύγκλητον ἀρνήσει προληφθέντα καὶ μὴ δεξάμενον τὸν ὁρ´κον εἰς ἀνήκεστον ἐμβαλεῖν πρὸς τὸν δῆμου ἔχθραν.

ὃ καὶ συνέβη. τοῦ γὰρ Μετέλλου φήσαντος μὴ ὀμόσειν, τότε μὲν ἡ βουλῇ διελύθη, μετὰ δὲ ἡμέρας ὀλίγας τοῦ Σατορνίνου πρὸς τὸ βῆμα τοὺς συγκλητικοὺς ἀνακαλουμένου καὶ τὸν ὁρ´κον ὀμνύειν ἀναγκάζοντος ὁ Μάριος παρελθών, γενομένης σιωπῆς καὶ πάντων εἰς ἐκεῖνου ἀνηρτημένων, μακρὰ χαίρειν φράσας τοῖς ἐν τῇ βουλῇ νεανιευθεῖσιν ἀπὸ φωνῆς, οὐχ οὕτω πλατὺν ἔφη φορεῖν τὸν τράχηλον ὡς προαποφαίνεσθαι καθἀπαξ εἰς πρᾶγμα τηλικοῦτον, ἀλλ ὀμεῖσθαι καὶ τῷ νόμῳ πειθαρχήσειν, εἴπερ ἔστι νόμος:

καὶ γάρ τοῦτο προσέθηκε τὸ σοφὸν ὥσπερ παρακάλυμμα τῆς αἰσχύνης, ὁ μὲν οὖν δῆμος ἡσθεὶς ὀμόσαντος ἀνεκρότησε καὶ κατευφήμησε, τοὺς δὲ ἀρίστους κατήφεια δεινὴ καὶ μῖσος ἔσχε τοῦ Μαρίου τῆς μεταβολῆς, ὤμνυσαν οὖν ἅπαντες ἐφεξῆς δεδιότες τὸν δῆμον ἄχρι Μετέλλου: ἀλλ ἐμμένων τῷ ἤθει καὶ πᾶν παθεῖν δεινὸν ἐπὶ τῷ μηθὲν αἰσχρὸν ἐργάσασθαι παρεσκευασμένος ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, διαλεγόμενος τοῖς περὶ αὐτὸν ὡς τὸ κακόν τι πρᾶξαι φαῦλον εἰή, τὸ δὲ καλὸν μέν, ἀκινδύνως δέ, κοινόν, ἴδιον δὲ ἀνδρὸς ἀγαθοῦ τὸ μετὰ κινδύνων τὰ καλὰ πράσσειν.

ἐκ τούτου ψηφίζεται Σατορνῖνος ἐπικηρύξαι τοὺς ὑπάτους ὅπως πυρὸς καὶ ὕδατος καὶ στέγης εἴργηται Μέτελλος:

καὶ τὸ φαυλότατον αὐτοῖς τοῦ πλήθους παρῆν ἕτοιμον ἀποκτιννύναι τὸν ἄνδρα, τῶν δὲ βελτίστων περιπαθούντων καὶ συντρεχόντων πρὸς τὸν Μέτελλον οὐκ εἰά στασιάζειν δι αὐτόν, ἀλλὰ ἀπῆλθεν ἐκ τῆς πόλεως ἔμφρονι λογισμῷ χρησάμενος. "τῶν πραγμάτων γενομένων καὶ τοῦ δήμου μετανοήσαντος ἀφίξομαι παρακαλούμενος:

"ἢ μενόντων ὁμοίων ἀπηλλάχθαι κράτιστον. ἀλλὰ γὰρ ὅσης μὲν ἀπέλαυσεν εὐνοίας παρὰ τὴν φυγὴν καὶ τιμῆς Μέτελλος, ὃν δὲ τρόπον ἐν Ῥόδῳ φιλοσοφῶν διῃτήθη, βέλτιον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις εἰρήσεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION