- 텍스트

Plutarch, Caius Marius, chapter 28

(플루타르코스, Caius Marius, chapter 28)

πέμπτην μὲν οὖν ὑπατείαν διεῖπε:? τῆς δὲ ἕκτης ὡς οὐδὲ εἷς πρώτης ὠρέγετο, θεραπείαις τὸν δῆμον ἀναλαμβάνων καὶ πρὸς χάριν ἐνδιδοὺς τοῖς πολλοῖς, οὐ μόνον παρὰ τὸν ὄγκον καὶ τὸ κοινὸν ἀξίωμα τῆς ἀρχῆς, ἀλλὰ καὶ παρὰ τὴν αὐτοῦ φύσιν ὑγρός τις εἶναι βουλόμενος καὶ δημοτικός, ἥκιστα τοιοῦτος πεφυκώς. ἀλλ ἦν, ὡς λέγουσι, πρὸς πολιτείαν καὶ τοὺς ἐν ὄχλοις θορύβους ὑπὸ φιλοδοξίας ἀτολμότατος, καὶ τὸ παρὰ τὰς μάχας ἀνέκπληκτον καὶ στάσιμον ἐν ταῖς ἐκκλησίαις ἀπέλειπεν αὐτὸν ὑπὸ τῶν τυχόντων ἐπαίνων καὶ ψόγων ἐξιστάμενον.

καίτοι λέγεται Καμερίνων ἄνδρας ὁμοῦ χιλίους διαπρεπῶς ἀγωνισαμένους ἐν τῷ πολέμῳ δωρησάμενος πολιτείᾳ, δοκοῦντος εἶναι τούτου παρανόμου καί τινων ἐγκαλούντων, εἰπεῖν ὅτι τοῦ νόμου διὰ τὸν τῶν ὅπλων ψόφον οὐ κατακούσειεν. οὐ μὴν ἀλλὰ μᾶλλον ἐοίκεν ἐκπλήσσεσθαι καὶ δεδιέναι τὴν ἐν ταῖς ἐκκλησίαις κραυγήν.

ἐν μὲν γε τοῖς ὅπλοις ἀξίωμα καὶ δύναμιν εἶχε διὰ τὴν χρείαν, ἐν δὲ τῇ πολιτείᾳ περικοπτόμενος τὰ πρωτεῖα κατέφευγεν ἐπὶ τὴν τῶν πολλῶν εὔνοιαν καὶ χάριν, ὑπὲρ τοῦ μέγιστος γενέσθαι τὸ βέλτιστος εἶναι προϊέμενος. πᾶσι μὲν οὖν προσέκρουε τοῖς ἀριστοκρατικοῖς, μάλιστα δὲ ὀρρωδῶν τὸν Μέτελλον ἠχαριστημένον ὑπ αὐτοῦ καὶ φύσει δι ἀρετὴν ἀληθῆ] πολεμοῦντα τοῖς οὐ κατὰ τὸ βέλτιστον ὑποδυομένοις τὰ πλήθη καὶ πρὸς ἡδονὴν δημαγωγοῦσιν, ἐπεβούλευε τῆς πόλεως ἐκβαλεῖν τὸν ἄνδρα, καὶ πρὸς τοῦτο Γλαυκίαν καὶ Σατορνῖνον, ἀνθρώπους θρασυτάτους καὶ πλῆθος ἄπορον καὶ θορυβοποιὸν ὑπ αὑτοῖς ἔχοντας, σἰκειωσάμενος εἰσέφερε νόμους δι αὐτῶν καὶ τὸ στρατιωτικὸν ἐπάρας κατεμίγνυε ταῖς ἐκκλησίαις καὶ κατεστασίαζε τὸν Μέτελλον.

ὡς δὲ Ῥουτίλιος ἱστορεῖ, τὰ μὲν ἄλλα φιλαλήθης ἀνήρ καὶ χρηστός, ἰδίᾳ δὲ τῷ Μαρίῳ προσκεκρουκώς, καὶ τῆς ἕκτης ἔτυχεν ὑπατείας ἀργύριον εἷς τὰς φυλὰς καταβαλὼν πολὺ καὶ πριάμενος τὸ Μέτελλον ἐκκροῦσαι τῆς ἀρχῆς, Οὐαλλέριον δὲ Φλάκκον ὑπηρέτην μᾶλλον ἢ συνάρχοντα τῆς ὑπατείας λαβεῖν.

οὐδενὶ μέντοι τῶν πρὸ αὐτοῦ πλὴν μόνῳ Κορβίνῳ Οὐαλλερίῳ τοσαύτας ὑπατείας ἔδωκεν ὁ δῆμος, ἀλλ ἐκείνῳ μὲν ἀπὸ τῆς πρώτης εἷς τὴν τελευταίαν ἔτη πέντε καὶ τεσσαράκοντα γενέσθαι λέγουσι, Μάριος δὲ μετὰ τὴν πρώτην τὰς πέντε ῥύμῃ μιᾷ τύχης διέδραμε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION