호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δὲ διέπλευσεν εἰς Λιβύην, Μέτελλος μὲν ἥττων τοῦ φθόνου γενόμενος, καὶ περιπαθῶν ὅτι, κατειργασμένου τὸν πόλεμον αὐτοῦ καὶ μηδὲν ὑπόλοιπον ἣ τὸ σῶμα τοῦ Ιοὐγούρθα λαβεῖν ἔχοντος, ἥκει Μάριος ἐπὶ τὸν στέφανον καὶ τὸν θρίαμβον, ἐκ τῆς πρὸς ἐκεῖνον ἀχαριστίας ηὐξημένος, οὐχ ὑπέμεινεν εἰς τὸ αὐτὸ συνελθεῖν, ἀλλ αὐτὸς μὲν ὑπεξεχώρησε, Ῥουτίλιος δὲ τὸ στράτευμα τῷ Μαρίῳ παρέδωκε, πρεσβευτὴς γενονὼς τοῦ Μετέλλου.? καὶ περιῆλθέ τις νέμεσις ἐν τῷ τέλει τῶν πράξεων Μάριον ἀφῃρέθη γάρ ὑπὸ Σύλλα τὴν τοῦ κατορθώματος δόξαν, ὡς ὑπ ἐκείνου Μέτελλος:
ὃν τρόπον δέ, ἀφηγήσομαι βραχέως, ἐπεὶ τὰ καθ ἕκαστον μᾶλλον ἐν τοῖς περὶ Σύλλα γέγραπται. Βόκχος ὁ τῶν ἄνω βαρβάρων βασιλεὺς ἦν πενθερὸς Ιοὐγούρθα, καὶ πολεμοῦντι μὲν οὐ πάνυ τι συλλαμβάνειν ἐδόκει, προβαλλόμενος αὐτοῦ τὴν ἀπιστίαν, καὶ τὴν αὔξησιν δεδοικώς: ἐπεὶ δὲ φεύγων καὶ πλανώμενος ἐκεῖνον ὑπ ἀνάγκης ἔθετο τῶν ἐλπίδων τελευταῖαν καὶ κατῆρε πρὸς αὐτόν, αἰσχύνῃ μᾶλλον ὡς ἱκέτην ἣ δι εὔνοιαν ὑποδεξάμενος διὰ χειρὸς εἶχε, φανερῶς μὲν ὑπὲρ αὐτοῦ παραιτούμενος Μάριον καὶ γράφων ὡς οὐκ ἂν ἐκδῴη καὶ παρρησιαζόμενος, κρύφα δὲ βουλεύων προδοσίαν ἐπ αὐτῷ, καὶ μεταπεμπόμενος Λεύκιον Σύλλαν, ταμίαν μὲν ὄντα Μαρίου, χρήσιμον δὲ τῷ Βόκχῳ γεγενημένον ἐπὶ στρατείας.
ὡς δὲ πιστεύσας ἀνέβη πρὸς αὐτὸν ὁ Σύλλας, ἔσχε μέν τις τροπὴ γνώμης καὶ μετάνοια τὸν βάρβαρον, ἡ μέρας τε συχνὰς διηνέχθη τῷ λογισμῷ, βουλευόμενος ἣ παραδοῦναι τὸν Ιοὐγούρθαν ἣ μηδὲ τὸν Σύλλαν ἀφεῖναι:
τέλος δὲ τὴν προτέραν κυρώσας προδοσίαν, ἐνεχείρισε τῷ Σύλλᾳ ζῶντα τὸν Ιοὐγούρθαν. καὶ τοῦτο πρῶτον ὑπῆρξεν αὐτοῖς σπέρμα τῆς ἀνηκέστου καὶ χαλεπῆς ἐκείνης στάσεως, ἣ μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν Ῥώμην.
πολλοὶ γάρ ἐβούλοντο τοῦ Σύλλα τὸ ἔργον εἶναι τῷ Μαρίῳ φθονοῦντες, αὐτός τε Σύλλας σφραγῖδα ποιησάμενος ἐφόρει γλυφὴν ἔχουσαν ἐγχειριζόμενον ὑπὸ τοῦ Βόκχου τὸν Ιοὐγούρθαν ἑαυτῷ. καὶ ταύτῃ χρώμενος ἀεὶ διετέλει φιλότιμον ἄνδρα καὶ πρὸς κοινωνίαν δόξης ἀγνώμονα ,καὶ δύσεριν ἐρεθίζων τὸν Μάριον, ἐναγόντων μάλιστα τῶν ἐχθρῶν τῶν ἐκείνου, καὶ τὰ μὲν πρῶτα τοῦ πολέμου καὶ μέγιστα τῷ Μετέλλῳ, τὰ δ᾿ ἔσχατα καὶ τὸ πέρας αὐτοῦ Σύλλᾳ προστιθέντων, ὡς παύσαιτο θαυμάζων καὶ προσέχων ἐκείνῳ μάλιστα πάντων ὁ δῆμος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기