- 텍스트

Plutarch, Caius Marius, chapter 9

(플루타르코스, Caius Marius, chapter 9)

ἀναγορευθεὶς δὲ λαμπρῶς εὐθὺς ἐστρατολόγει, παρὰ τὸν νόμον καὶ τὴν συνήθειαν πολὺν τὸν ἄπορον καὶ φαῦλον καταγράφων, τῶν πρόσθεν ἡγεμόνων οὐ προσδεχομένων τοὺς τοιούτους, ἀλλ, ὥσπερ ἄλλο τι τῶν καλῶν, τὰ ὅπλα μετὰ τιμῆς τοῖς ἀξίοις νεμόντων, ἐνέχυρον τὴν οὐσίαν ἑκάστου τιθέναι δοκοῦντος.? οὐ μὴν ταῦτά γε μάλιστα διέβαλλε τὸν Μάριον, ἀλλ οἱ λόγοι θρασεῖς ὄντες ὑπεροψίᾳ καὶ ὕβρει τοὺς πρώτους ἐλύπουν, σκῦλόν τε βοῶντος αὐτοῦ τὴν ὑπατείαν φέρεσθαι τῆς τῶν εὐγενῶν καὶ πλουσίων μαλακίας, καὶ τραύμασιν οἰκείοις πρὸς τὸν δῆμον, οὐ μνήμασι νεκρῶν οὐδὲ ἀλλοτρίαις εἰκόσι νεανιεύεσθαι.

πολλάκις δὲ καὶ τοὺς ἀτυχήσαντας ἐν Λιβύῃ στρατηγούς, τοῦτο μὲν Βηστίαν, τοῦτο δὲ Ἀλβῖνον, ἀνθρώπους οἴκων μὲν ἐπιφανῶν, αὐτοὺς δὲ τύχῃ σφαλέντας, ἀποχέμους καὶ δι ἀπειρίαν πταίσαντας ὀνομάζων, ἐπυνθάνετο τῶν παρόντων εἰ μὴ καὶ τοὺς ἐκείνων οἰόνται προγόνους αὐτῷ μᾶλλον ἂν εὔξασθαι παραπλησίους ἐκγόνους ἀπολιπεῖν, ἅτε δὴ μηδὲ αὐτοὺς δι εὐγένειαν, ἀλλ ὑπ ἀρετῆς καὶ καλῶν ἔργων ἐνδόξους γενομένους.

ταῦτα δὲ οὐ κενῶς οὐδὲ ἀλαζονικῶς ἔλεγεν οὐδὲ μάτην ἀπεχθάνεσθαι τοῖς δυνατοῖς βουλόμενος, ἀλλ ὁ δῆμος αὐτόν, ἡδόμενός τε τῇ βουλῇ προπηλακιζομένῃ καὶ λόγου κόμπῳ μετρῶν ἀεὶ φρονήματος μέγεθος, ἐξεκούφιζε, καὶ συνεξώρμα μὴ φείδεσθαι τῶν ἀξιολόγων, χαριζόμενον τοῖς πολλοῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION