호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ᾿ οὖν Μάριον ὑπὸ ταύτης λέγεται μάλιστα τῆς φωνῆς, ὥσπερ ὑπὸ θείας κληδόνος, ἐπαρθέντα ταῖς ἐλπίσιν ὁρμῆσαι πρὸς τὴν πολιτείαν, καὶ τυχεῖν δημαρχίας Κεκιλίου Μετέλλου σπουδάσαντος, οὗ τὸν οἶκον ἐξ ἀρχῆς καὶ πατρόθεν ἐθεράπευεν.? ἐν δὲ τῇ δημαρχίᾳ νόμον τινὰ περὶ ψηφοφορίας γράφοντος αὐτοῦ δοκοῦντα τῶν δυνατῶν ἀφαιρεῖσθαι τὴν περὶ τὰς κρίσεις ἰσχύν, ἐνιστάμενος Κόττας ὁ ὕπατος συνέπεισε τὴν βουλὴν τῷ μὲν νόμῳ μάχεσθαι, τὸν δὲ Μάριον καλεῖν λόγον ὑφέξοντα.
καὶ τοῦ δόγματος τούτου γραφέντος εἰσελθὼν ἐκεῖνος οὐκ ἔπαθε νέου πάθος ἀπὸ μηδενὸς λαμπροῦ προεληλυθότος ἄρτι πρὸς τὴν πολιτείαν, ἀλλ ἑαυτῷ διδοὺς ἤδη φρονεῖν ἡλίκον αἱ μετέπειτα πράξεις ἔδωκαν, ἠπείλησε τὸν Κότταν ἀπάξειν εἰς τὸ δεσμωτήριον, εἰ μὴ διαγράψειε τὸ δόγμα, τοῦ δὲ πρὸς Μέτελλον τραπομένου καὶ γνώμην ἐρωτῶντος, Μέτελλος μὲν ἀναστὰς συνηγόρει τῷ ὑπάτῳ, Μάριος δὲ τὸν ὑπηρέτην μεταπεμψάμενος ἔξωθεν ἐκέλευεν ἀπάγειν αὐτὸν τὸν Μέτελλον εἰς τὸ δεσμωτήριον. ἐκείνου δὲ τοὺς ἄλλους ἐπικαλουμένου δημάρχους ἐβοήθει μὲν οὐδείς, ἡ δὲ σύγκλητος εἴξασα προήκατο τὸ δόγμα, καὶ λαμπρὸς ἐξελάσας ὁ Μάριος εἰς τὸ πλῆθος ἐκύρωσε τὸν νόμον, δόξας ἄκαμπτος μὲν εἶναι πρὸς φόβον, ἄτρεπτος δὲ ὑπ:
αἰδοῦς, δεινὸς δὲ κατὰ τῆς βουλῆς ἀνίστασθαι χάριτι τῶν πολλῶν δημαγωγῶν, οὐ μὴν ἀλλὰ ταύτην μὲν ταχέως μετέστησεν ἑτέρῳ πολιτεύματι τὴν δόξαν. νόμου γάρ εἰσφερομένου περὶ σίτου διανομῆς τοῖς πολίταις ἐναντιωθεὶς ἐρρωμενέστατα καὶ κρατήσας, εἰς τὸ ἴσον ἑαυτὸν κατέστησε τῇ τιμῇ πρὸς ἀμφοτέρους ὡς μηδετέροις παρὰ τὸ συμφέρον χαριζόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기