- 텍스트

Lucian, Dialogi mortuorum, Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη.?

(루키아노스, Dialogi mortuorum, Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη.)

Ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν. Σὺ δὲ τίνων δέῃ παῤ ἡμῶν· ἢ τίς ὢν τυγχάνεις· Εἰμὶ μὲν Πρωτεσίλεως ὁ Ἰφίκλου Φυλάκιος συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπ᾿ Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν. Τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε, πάντες νεκροὶ ἐρῶσι, πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι. Ἀλλ᾿ οὐ τοῦ ζῆν, Αἰ¨δωνεῦ, ἐρῶ ἔγωγε, τῆς γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν ᾠχόμην ἀποπλέων, εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με, ὦ δέσποτα, καὶ βούλομαι κἂν πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.

Οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ·

Καὶ μάλα, ὦ δέσποτα: τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν. Οὐκοῦν περίμεινον: ἀφίξεται γὰρ κἀκείνη ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει. Ἀλλ᾿ οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων: ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἱο῀ν τὸ ἐρᾶν ἐστιν. Εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετ᾿ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον· Οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παῤ ὑμᾶς, ὥστε ἀνθ᾿ ἑνὸς δύο νεκροὺς λήψει μετ᾿ ὀλίγον.

Οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε. Ἀναμνήσω σε, ὦ Πλούτων:

Ὀρφεῖ γὰρ δἰ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι. Θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι· πῶς δὲ κἀκείνη προσήσεταί σε οὐδὲ δυναμένη διαγνῶναι· φοβή σεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς. Οὐκοῦν, ὦ ἄνερ, σὺ καὶ τοῦτο ἰάσαι καὶ τὸν Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη ὁ Πρωτεσίλαος ᾖ, καθικόμενον ἐν τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτόν, οἱο῀ς ἦν ἐκ τοῦ παστοῦ. Ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον: σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION