호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα. Βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον. Ἀπόδος, φημί, ἀνθ᾿ ὧν σε διεπορθμεύσαμεν. Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος. Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων· Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ᾿ οὐκ ἔχω. Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς. Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.
Μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν. Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι. Νὴ Δἴ ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
Οὐκ ἀποστήσομαί σου. Τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον παράμενε: πλὴν ἀλλ᾿ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις· Σὺ δ᾿ οὐκ ᾔδεις ὡς κομίζεσθαι δέον· Ηἴδειν μέν, οὐκ εἶχον δέ. τί οὖν· ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν· Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι· Οὐ προῖκα, ὦ βέλτιστε: καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν. Οὐδὲν ταῦτα πρὸς πορθμέα:
τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ: οὐ θέμις ἄλλως γενέσθαι. Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
Χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρα τοῦ Αἰακοῦ προσλάβω. Μὴ ἐνόχλει οὖν. Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις. Θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον. Πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες· οἱᾶ δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾅδων οἰμωζόντων ἐκείνων. Ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρ θμευσας· ἐλεύθερον ἀκριβῶς, κοὐδενὸς αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος. Καὶ μὴν ἄν σε λάβω ποτέ - Ἂν λάβῃς, ὦ βέλτιστε: δὶς δὲ οὐκ ἂν λάβοις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기