호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα. Οὐ ῥᾴδιον, ὦ Μένιππε, ἅπαντα: ὅσα μέντοι κεφαλαιώδη, μάνθανε: οὑτοσὶ μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασε, καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας ἐσιών. Οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς:
τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐνδόξους αὐτῶν. Οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα Αἰάς καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων. Βαβαῖ, ὦ Ὅμηρε, οἱά῀ σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστι·
Κῦρός ἐστιν: οὗτος δὲ Κροῖσος, ὁ δ᾿ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, ὁ δ᾿ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης. Εἶτα σέ, ὦ κάθαρμα, ἡ Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα·
οἱο῀ς δὲ καὶ ὁ Κροῖσός ἐστι. τὸν Σαρδανάπαλλον δέ, ὦ Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον. Μηδαμῶς: διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν. Οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως ἀνδρογύνῳ γε ὄντι. Βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς·
Νὴ Δία γε. Πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί. Χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν ἐθέλῃς. Νὴ Δία καὶ σύ γε, ὦ Μένιππε.
Οὐκέτι χρυσοῦς ὁ μηρός ἐστί σοι· Οὐ γάρ: ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει. Κυάμους, ὦγαθέ: ὥστε οὐ τοῦτό σοι ἐδώδιμον. Δὸς μόνον: ἄλλα παρὰ νεκροῖς δόγματα: ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε. Οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παῤ αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι:
ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.
Ἄλυποι, ὦ Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων. ὁ δὲ σποδοῦ πλέως ὥσπερ ἐγκρυφίας ἄρτος, ὁ τὰς φλυκταίνας ἐξηνθηκώς, τίς ἐστιν· Ἐμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών. Ὦ χαλκόπου βέλτιστε, τί παθὼν σαυτὸν ἐς τοὺς κρατῆρας ἐνέβαλες· Μελαγχολία τις, ὦ Μένιππε. Οὐ μὰ Δἴ, ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα: πλὴν ἀλλ᾿ οὐδέν σε τὸ σόφισμα ὤνησεν: ἐφωράθης γὰρ τεθνεώς.
σιμοὶ γὰρ ἅπαντες. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν· Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά. Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν. Ὁρᾷς τὸν φαλακρόν· Ἅπαντες φαλακροί εἰσιν: ὥστε πάντων ἂν εἰή τοῦτο τὸ γνώρισμα. Τὸν σιμὸν λέγω. Καὶ τοῦτο ὅμοιον: Ἐμὲ ζητεῖς, ὦ Μένιππε·
Καὶ μάλα, ὦ Σώκρατες. Τί τὰ ἐν Ἀθήναις· Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.
Μάλα πολλοὺς ἑώρακα. Ἀλλὰ ἑώρακας, οἶμαι, οἱο῀ς ἧκε παρὰ σοὶ Ἀρίστιππος καὶ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρου, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών. Περὶ ἐμοῦ δὲ τί φρονοῦσιν· Εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα: πάντες γοῦν σε θαυμάσιον οἰόνται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα - δεῖ γάρ, οἶμαι, τἀληθῆ λέγειν - οὐδὲν εἰδότα. Καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.
Τίνες δέ εἰσιν οὗτοι οἱ περὶ δέ·
Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου. Εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν. Τί γὰρ ἂν ἄλλο ἥδιον πράττοιμι· ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ. Μὰ Δἴ, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν: ἐοίκα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.
Κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρῶν λάθῃ διαφυγών. τὰ λοιπὰ δ᾿ ἐσαῦθις ὄψει, ὦ Μένιππε. Ἄπιθι: καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기