- 텍스트

Lucian, Dialogi mortuorum, Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος?

(루키아노스, Dialogi mortuorum, Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος)

Σφὼ μέντοι, ὦ Τροφώνιε καὶ Ἀμφίλοχε, νεκροὶ ὄντες οὐκ οἶδ᾿ ὅπως ναῶν κατηξιώθητε καὶ μάντεις δοκεῖτε, καὶ οἱ μάταιοι τῶν ἀνθρώπων θεοὺς ὑμᾶς ὑπειλήφασιν εἶναι. Τί οὖν ἡμεῖς αἴτιοι, εἰ ὑπ᾿ ἀνοίας ἐκεῖνοι τοιαῦτα περὶ νεκρῶν δοξάζουσιν· Ἀλλ᾿ οὐκ ἂν ἐδόξαζον, εἰ μὴ ζῶντες καὶ ὑμεῖς τοιαῦτα ἐτερατεύεσθε ὡς τὰ μέλλοντα προειδότες καὶ προειπεῖν δυνάμενοι τοῖς ἐρομένοις.

Ὦ Μένιππε, Ἀμφίλοχος μὲν οὗτος ἂν εἰδείη ὅ τι αὐτῷ ἀποκριτέον ὑπὲρ αὐτοῦ, ἐγὼ δὲ ἡρ´ως εἰμὶ καὶ μαντεύομαι, ἤν τις κατέλθῃ παῤ ἐμέ. σὺ δ᾿ ἐοίκας οὐκ ἐπιδεδημηκέναι Λεβαδείᾳ τὸ παράπαν: οὐ γὰρ ἠπίστεις συ τούτοις. Τί φής·

εἰ μὴ ἐς Λεβάδειαν γὰρ παρέλθω καὶ ἐσταλμένος ταῖς ὀθόναις γελοίως μᾶζαν ἐν ταῖν χεροῖν ἔχων ἐσερπύσω διὰ τοῦ στομίου ταπεινοῦ ὄντος ἐς τὸ σπήλαιον, οὐκ ἂν ἠδυνάμην εἰδέναι, ὅτι νεκρὸς εἶ ὥσπερ ἡμεῖς μόνῃ τῇ γοητείᾳ διαφέρων· ἀλλὰ πρὸς τῆς μαντικῆς, τί δαὶ ὁ ἡρ´ως ἐστίν·

ἀγνοῶ γάρ. Ἐξ ἀνθρώπου τι καὶ θεοῦ σύνθετον. Ὁ` μήτε ἄνθρωπός ἐστιν, ὡς φής, μήτε θεός, καὶ συναμφότερόν ἐστι· νῦν οὖν ποῦ σου τὸ θεῶν ἐκεῖνο ἡμίτομον ἀπελήλυθε· Χρᾷ, ὦ Μένιππε, ἐν Βοιωτίᾳ. Οὐκ οἶδα, ὦ Τροφώνιε, ὅ τι καὶ λέγεις: ὅτι μέντοι ὅλος εἶ νεκρὸς ἀκριβῶς ὁρῶ.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION