- 텍스트

Herodotus, The Histories, book 9, chapter 46

(헤로도토스, The Histories, book 9, chapter 46)

οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου.? ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε. "ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνεται, ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας, ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατ ὑμέας τεταγμένους Ἑλλήνων, τῶνδε εἵνεκα:

ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι, ἡμεῖς δὲ ἄπειροί τε εἰμὲν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν: Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων: ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροι εἰμέν. ἀλλ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας ἐς τόδε τὸ κέρας, ἡμέας δὲ ἐς τὸ εὐώνυμον.

" πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε. "καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπ ἀρχῆς, ἐπείτε εἴδομεν κατ ὑμέας τασσομένους τοὺς Πέρσας, ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε: ἀλλὰ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι. ἐπεὶ δ ὦν αὐτοὶ ἐμνήσθητε, καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοι εἰμὲν ποιέειν ταῦτα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION