호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δὲ καὶ τοῦτο, περὶ οὗ νυνὶ πρόκειται σκοπεῖν ὅμοιόν ἐστι τοῖς ἄλλοις ἐγχειρήμασιν αὐτοῦ τοῖς ἀδίκοις καὶ παρανόμοις, καὶ οὐχ, οἱο῀ν ὁ δήμαρχος ἐξαπατῶν ὑμᾶς ἐπειρᾶτο ἀποφαίνειν, δίκαιον καὶ μέτριον, μάθετε οἱ μήπω σαφῶς εἰδότες.? ὁ μὲν οὖν νόμος ὁ περὶ τῶν δικαστηρίων τῶν δημοτικῶν, ᾧ Δέκιος ἐκρατύνατο μάλιστα, οὐ καθ ὑμῶν ἐγράφη τῶν πατρικίων, ἀλλ ὑπὲρ ἀσφαλείας τῶν κατισχυομένων δημοτικῶν, ὡς αὐτός τε δηλοῖ γραφὰς ἔχων οὐκ ἀμφιβόλους, καὶ ὑμεῖς τοῦτο πάντες ἀεὶ λέγετε καλῶς ἐπιστάμενοι.
μέγα δὲ τούτου σημεῖόν ἐστιν, ὃ καὶ παντὸς ἀμφισβητουμένου δικαίου κριτήριον εἶναι δοκεῖ κράτιστον, ὁ χρόνος ἐννεακαιδεκέτης ἤδη γεγονώς, ἐξ οὗ ὁ νόμος οὗτος ἐτέθη:
ἐν ᾧ παντὶ Δέκιος οὐκ ἂν ἔχοι δεῖξαι δίκην οὐδεμίαν οὔτε δημοσίαν κατ οὐδενὸς τῶν πατρικίων ἐν τῷ νόμῳ δεδικασμένην, οὔτ ἰδίαν: εἰ δὲ φήσει, δειξάτω καὶ μηθὲν ἔτι δεόμεθα λόγου. αἱ δ ὁμολογίαι, καθ ἃς διελύσασθε πρὸς τοὺς δημότας αἱ νεωστὶ γενόμεναι:
χρὴ γὰρ καὶ περὶ τούτων ὑμᾶς μαθεῖν, ἐπειδὴ πονηρὸς ἐξηγητὴς ὁ δήμαρχος αὐτῶν ἐγένετο:
δύο ταῦτα συγχωρήματα περιέχουσιν: ἀφεῖσθαι τοὺς δημοτικοὺς τῶν χρεῶν, καὶ τὴν ἀρχὴν τήνδε ἀποδείκνυσθαι καθ ἕκαστον ἐνιαυτὸν ἐπικουρίας ἕνεκα τῶν κατισχυομένων καὶ κωλύσεως, ἄλλο δὲ παρὰ ταῦτ οὐδέν. μέγιστον δ ὑμῖν γενέσθω τεκμήριον, ὅτι οὔθ ὁ νόμος οὔθ αἱ συνθῆκαι κατ ἀνδρὸς πατρικίου δικάζειν τῷ δήμῳ δεδώκασιν ἐξουσίαν, ὃ ποιεῖ νῦν αὐτὸς ὁ δῆμος.
αἰτεῖται γὰρ αὐτὸ παρ ὑμῶν τήμερον, ὡς πρότερόν γ οὐκ ἔχων: οὐδεὶς δ ἂν ἀξιώσειέ τι παρ ἄλλων λαμβάνειν, ὧν ἐστι νόμῳ κύριος. δίκαιον δὲ φύσεως ἀνομοθέτητον, ὦ βουλή, πῶς ἂν εἰή τοῦτο:
καὶ γὰρ τοῦτο Δέκιος ὑμᾶς ᾤετο δεῖν σκοπεῖν: μήθ ὅταν ἐπάγωσί τινα τῶν δημοτικῶν δίκην μήθ ὅταν αὐτοὶ κινδυνεύσωσι τοὺς πατρικίους τὰ νείκη διαιτᾶν, ἀλλὰ τούτοις μὲν ἀμφότερα ἐξεῖναι πλεονεκτεῖν, ἡμῖν δ οὐδετέρου τῶν δικαίων μετέχειν·
εἰ δέ τι Μάρκιος ἀδικεῖ τὸν δῆμον, καὶ ἄλλος τῶν πατρικίων ὁστισοῦν καὶ δίκαιός ἐστιν ἀποθανεῖν ἢ τῆς πόλεως ἐκπεσεῖν, μὴ παρ αὐτοῖς, ἀλλ ἐνθάδε κριθεὶς διδότω δίκας, ὥσπερ ἐστὶ νόμιμον.
εἰ μὴ ἄρα, ὦ Δέκιε, ὁ μὲν δῆμος ἴσος ἔσται δικαστὴς καὶ οὐθὲν ἂν χαρίσαιτο αὑτῷ πρὸς ἀνδρὸς ἐχθροῦ τὴν ψῆφον ἐπιφέρων: οὗτοι δ εἰ γένοιντο τῆς ψήφου κύριοι τὸν ἀδικοῦντα περὶ πλείονος ποιήσονται τῆς ἀδικουμένης ὑπ αὐτοῦ πόλεως, μέλλοντες ἀρὰν καὶ ἐπιορκίαν καὶ μῖσος μὲν παρ ἀνθρώπων, χόλον δὲ παρὰ θεῶν ἐκ τῆς δίκης ἀποίσεσθαι καὶ μετὰ πονηρῶν ἐλπίδων ζῆν. οὐκ ἀξιῶ ταῦτα περὶ τῆς βουλῆς ὑμᾶς, ὦ δημόται, σκοπεῖν, ᾗ τιμὰς καὶ ἀρχὰς καὶ τὰ κράτιστα τῶν ἐν τῇ πόλει παραχωρεῖν ὁμολογεῖτε δι ἀρετήν, καὶ πολλὰς χάριτας εἰδέναι φατὲ τῆς προθυμίας, ἣν ἀπεδείξατο περὶ τὴν κάθοδον ὑμῶν.
μάχεται ταῦτ ἀλλήλοις: καὶ οὐκ ἔχει λόγον, οὓς ἐπαινεῖτε, τούτους φοβεῖσθαι καὶ ἅμα τοῖς αὐτοῖς περὶ μὲν τῶν μειζόνων ἐπιτρέπειν, περὶ δὲ τῶν ἄλλων ἀπιστεῖν.
τί δ οὐχὶ μιᾷ χρώμενοι γνώμῃ ἢ πάντα πιστεύετε αὐτοῖς ἢ περὶ πάντων ἀπιστεῖτε· ἀλλὰ προβουλεῦσαι μὲν αὐτοὺς τὰ δίκαια ἱκανοὺς εἶναι νομίζετε, δικάσαι δὲ περὶ αὐτῶν τούτων ὧν προβουλεύουσιν οὐχ ἱκανούς.
πολλὰ καὶ ἄλλα περὶ τῶν δικαίων εἶχον, ὦ βουλή, λέγειν, ἀλλὰ καὶ ταῦθ ἱκανά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기