호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ εἰπὼν καὶ θαυμαστῶν ἅπαντας ἐμπλήσας ἐλπίδων τοὺς δημοτικοὺς δύο τὰ κάκιστα τῶν ἐν ἀνθρώποις καθίσταται πολιτευμάτων, οἷς ἅπασα χρῆται προοιμίοις τυραννίς, γῆς ἀναδασμὸν καὶ χρεῶν ἄφεσιν:? τούτων δὲ τὴν ἐπιμέλειαν αὐτὸς ἀμφοτέρων ὑπισχνεῖται ποιήσεσθαι στρατηγὸς ἀποδειχθεὶς αὐτοκράτωρ, ἑώς ἐν ἀσφαλεῖ τὰ κοινὰ γένηται καὶ δημοκρατικὴν καταστήσωνται πολιτείαν. ἀσμένως δὲ τοῦ δημοτικοῦ καὶ πονηροῦ πλήθους τὴν ἁρπαγὴν τῶν ἀλλοτρίων δεξαμένου λαβὼν τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸς παρ ἑαυτοῦ ἕτερον ἐπιφέρει βούλευμα, δι οὗ παρακρουσάμενος αὐτοὺς ἁπάντων ἀφείλετο τὴν ἐλευθερίαν.
σκηψάμενος γὰρ ὑποπτεύειν ταραχὰς καὶ ἐπαναστάσεις ἐκ τῶν πλουσίων εἰς τοὺς δημοτικοὺς διὰ τὸν ἀναδασμὸν τῆς γῆς καὶ τὰς τῶν δανείων ἀφέσεις, ἵνα μὴ γένοιτο πόλεμος ἐμφύλιος μηδὲ φόνοι πολιτικοί, μίαν εὑρίσκειν ἔφη πρὶν εἰς τὰ δεινὰ ἐλθεῖν φυλακήν, εἰ τὰ ὅπλα προενέγκαντες ἐκ τῶν οἰκιῶν ἅπαντες τοῖς θεοῖς καθιερώσειαν, ἵνα κατὰ τῶν ἔξωθεν ἐπιόντων πολεμίων ἔχοιεν αὐτοῖς, ὅταν ἀνάγκη τις καταλάβῃ, χρῆσθαι καὶ μὴ καθ ἑαυτῶν, κεῖσθαι δ αὐτὰ τέως παρὰ τοῖς θεοῖς ἐν καλῷ.
ὡς δὲ καὶ τοῦτ ἐπείσθησαν, αὐθημερὸν ἁπάντων παρελόμενος Κυμαίων τὰ ὅπλα ταῖς ἑξῆς ἡμέραις ἔρευναν ἐποιεῖτο τῶν οἰκιῶν, ἐν αἷς πολλοὺς καὶ ἀγαθοὺς ἀποκτείνας τῶν πολιτῶν, ὡς οὐχ ἅπαντα τοῖς θεοῖς ἀποδείξαντας τὰ ὅπλα, μετὰ ταῦτα φυλακαῖς τρισὶ κρατύνεται τὴν τυραννίδα:
ὧν ἦν μία μὲν ἐκ τῶν ῥυπαρωτάτων πολιτῶν, μεθ ὧν κατέλυσε τὴν ἀριστοκρατικὴν πολιτείαν, ἑτέρα δ ἐκ τῶν ἀνοσιωτάτων δούλων, οὓς αὐτὸς ἠλευθέρωσεν ἀποκτείναντας τοὺς αὑτῶν δεσπότας, τρίτη δὲ μισθοφόρος ἐκ τῶν ἀγριωτάτων βαρβάρων: οὗτοι δισχιλίων οὐκ ἐλάττους ἦσαν καὶ τὰ πολέμια μακρῷ τῶν ἄλλων ἀμείνους.
ὧν δ ἀπέκτεινεν ἀνδρῶν τὰς εἰκόνας ἀνελὼν ἐκ παντὸς ἱεροῦ καὶ βεβήλου τόπου, φέρων εἰς τοὺς αὐτοὺς τόπους τὰς ἰδίας ἀντ ἐκείνων ἀνέστησεν:
οἰκίας δ αὐτῶν καὶ κλήρους καὶ τὴν λοιπὴν ὕπαρξιν ἀναλαβών, ἐξελόμενος χρυσὸν καὶ ἄργυρον καὶ εἴ τι ἄλλο τυραννίδος ἦν ἄξιον κτῆμα, τὰ λοιπὰ τοῖς συγκατασκευάσασι τὴν ἀρχὴν ἐχαρίσατο, πλείστας δὲ καὶ μεγίστας δωρεὰς τοῖς ἀποκτείνασι τοὺς ἑαυτῶν δεσπότας ἐδίδου: οἱ δ ἠξίουν ἔτι καὶ γυναιξὶ τῶν δεσποτῶν καὶ θυγατράσι συνοικεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기