호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅμα δὲ τούτοις πραττομένοις ἧκεν Ἡφαιστίων μετὰ τῆς συναπεσταλμένης δυνάμεως πολλὴν τῆς Ἰνδικῆς καταπεπολεμηκώς.? τοῦτον μὲν οὖν διὰ τὰς ἀνδραγαθίας ἐπῄνεσεν: αὐτὸς δὲ εἰς τὴν Φηγέως δυναστείαν ἐμβαλὼν καὶ τῶν ἐγχωρίων ἀσμένως τὴν τῶν Μακεδόνων παρουσίαν προσδεξαμένων καὶ τοῦ Φηγέως μετὰ δώρων πολλῶν ἀπαντήσαντος τήν τε βασιλείαν ἔχειν συνεχώρησε καὶ ξενισθεὶς μετὰ τῆς δυνάμεως ἐπὶ δύο ἡμέρας λαμπρῶς ἐπὶ τὸν Ὕφασιν ποταμὸν προῆγεν, οὗ τὸ μὲν πλάτος ἦν σταδίων ἑπτά, τὸ δὲ βάθος ἓξ ὀργυιῶν, τὸ δὲ ῥεῦμα σφοδρὸν καὶ δυσδιάβατον. ἀκούσας δὲ τοῦ Φηγέως περὶ τῆς πέραν τοῦ ποταμοῦ χώρας ὅτι δώδεκα μὲν ἡμερῶν ἔχει δίοδον ἔρημον, μετὰ δὲ ταύτην εἶναι ποταμὸν τὸν ὀνομαζόμενον Γάγγην, τὸ μὲν πλάτος τριάκοντα καὶ δυεῖν σταδίων, τὸ δὲ βάθος μέγιστον τῶν κατὰ τὴν Ἰνδικήν, πέραν δὲ τούτου κατοικεῖν τό τε τῶν Ταβραισίων καὶ Γανδαριδῶν ἔθνος, τούτων δὲ βασιλεύειν Ξανδράμην, ἔχοντα δισμυρίους μὲν ἱππεῖς, πεζῶν δὲ εἴκοσι μυριάδας, ἁρ´ματα δὲ δισχίλια, ἐλέφαντας δὲ πολεμικῶς κεκοσμημένους τετρακισχιλίους, ἀπιστήσας δὲ τοῖς λεγομένοις προσεκαλέσατο τὸν Πῶρον καὶ περὶ τῶν προσαγγελλομένων τἀκριβὲς διεπυνθάνετο.
ὁ δὲ τἄλλα μὲν ὑπάρχειν ἅπαντα ἀληθῆ διεβεβαιοῦτο, τὸν δὲ βασιλέα τῶν Γανδαριδῶν ἔφησεν εὐτελῆ παντελῶς εἶναι καὶ ἄδοξον ὡς ἂν κουρέως υἱὸν νομιζόμενον εἶναι.
εὐπρεπῆ γὰρ ὄντα τὸν τούτου πατέρα μεγάλως ὑπὸ τῆς βασιλίσσης ἀγαπηθῆναι καὶ τοῦ βασιλέως διὰ τῆς γυναικὸς δολοφονηθέντος εἰς τοῦτον περιστῆναι τὴν βασιλείαν. ὁ δ Ἀλέξανδρος, καίπερ ὁρῶν δυσεπίτευκτον τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν οὖσαν, ὅμως οὐκ ἀφίστατο τῆς φιλοτιμίας, ἀλλὰ πιστεύων ταῖς τῶν Μακεδόνων ἀρεταῖς καὶ τοῖς χρησμοῖς ἐλπίδας εἶχε κρατήσειν τῶν βαρβάρων:
τὴν μὲν γὰρ Πυθίαν ἀνίκητον αὐτὸν ὠνομακέναι, τὸν δ Ἄμμωνα συγκεχωρηκέναι τὴν ἁπάσης τῆς γῆς ἐξουσίαν. ὁρῶν δὲ τοὺς στρατιώτας ταῖς συνεχέσι στρατείαις καταπεπονημένους καὶ σχεδὸν ὀκταετῆ χρόνον ἐν πόνοις καὶ κινδύνοις τεταλαιπωρηκότας ὑπέλαβεν ἀναγκαῖον εἶναι τὰ πλήθη τοῖς ἁρμόζουσι λόγοις προτρέψασθαι πρὸς τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν.
πολλὴ μὲν γὰρ φθορὰ τῶν στρατιωτῶν ἐγεγόνει καὶ λύσις οὐδεμία τῶν πολέμων ἠλπίζετο:
καὶ τῶν μὲν ἵππων διὰ τὴν συνέχειαν τῆς ὁδοιπορίας τὰς ὁπλὰς ὑποτετρῖφθαι συνέβαινε, τῶν δὲ ὅπλων τὰ πλεῖστα κατεξάνθαι καὶ τὸν μὲν Ἑλληνικὸν ἱματισμὸν ἐκλελοιπέναι, συναναγκάζεσθαι δὲ βαρβαρικοῖς ὑφάσμασι χρῆσθαι, συντεμόντας τὰ τῶν Ἰνδῶν περιβλήματα. κατὰ τύχην δὲ καὶ χειμῶνες ἄγριοι κατερράγησαν ἐφ ἡμέρας ἑβδομήκοντα καὶ βρονταὶ συνεχεῖς καὶ κεραυνοὶ κατέσκηπτον.
ἃ δὴ λογιζόμενος ἐναντιοῦσθαι ταῖς ἰδίαις ἐπιβολαῖς μίαν εἶχεν ἐλπίδα τῆς ἐπιθυμίας, εἰ τοὺς στρατιώτας διὰ τῆς εὐεργεσίας εἰς εὔνοιαν μεγάλην προαγάγοιτο. διόπερ λεηλατεῖν μὲν αὐτοῖς συνεχώρησε τὴν πολεμίαν χώραν, γέμουσαν παντοίας ὠφελείας:
ἐν αἷς δ ἡμέραις ἡ δύναμις περὶ τὴν προνομὴν ἠσχολεῖτο, συναγαγὼν τὰς γυναῖκας τῶν στρατιωτῶν καὶ τοὺς ἐξ αὐτῶν γεγονότας παῖδας ταύταις μὲν συνεστήσατο κατὰ μῆνα διδόναι σῖτον, τοῖς δὲ παισὶν ἐπιφορὰς ταγματικὰς ἀπένειμε κατὰ τοὺς τῶν πατέρων συλλογισμούς. ὡς δ ἐπανῆλθον οἱ στρατιῶται πολλῶν πλῆθος ἀγαθῶν ἐκ τῆς προνομῆς εὑρηκότες συνῆγε πάντας εἰς ἐκκλησίαν.
διελθὼν δὲ λόγον πεφροντισμένον περὶ τῆς ἐπὶ τοὺς Γανδαρίδας στρατείας καὶ τῶν Μακεδόνων οὐδαμῶς συγκαταθεμένων ἀπέστη τῆς ἐπιβολῆς. κρίνας δ ἐπὶ ταύτης τοὺς ὁρ´ους θέσθαι τῆς στρατείας πρῶτον μὲν τῶν δώδεκα θεῶν βωμοὺς πεντήκοντα πηχῶν ᾠκοδόμησεν, ἔπειτα τριπλασίαν τῆς προϋπαρχούσης στρατοπεδείαν περιβαλόμενος ὤρυξε τάφρον τὸ μὲν πλάτος πεντήκοντα ποδῶν, τὸ δὲ βάθος τεσσαράκοντα:
τὴν δ ἀναβολὴν ἐντὸς τῆς τάφρου σωρεύσας τεῖχος ἀξιόλογον ᾠκοδόμησε. προσέταξε δὲ τοῖς μὲν πεζοῖς κατασκηνώσεις ἑκάστῳ δύο στιβάδας πενταπήχεις ἐχούσας οἰκοδομῆσαι, τοῖς δ ἱππεῦσι πρὸς ταύταις καὶ δύο φάτνας τῶν εἰθισμένων διπλασίας, ἀκολούθως δὲ καὶ τἄλλα τὰ καταλείπεσθαι μέλλοντα τοῖς μεγέθεσιν αὐξῆσαι.
ταῦτα δὲ πράττειν ἤμελλεν, ἅμα μὲν ἡρωικὴν βουλόμενος ποιήσασθαι στρατοπεδείαν, ἅμα δὲ τοῖς ἐγχωρίοις ἀπολιπεῖν σημεῖα μεγάλων ἀνδρῶν, ἀποφαίνοντα ῥώμας σωμάτων ὑπερφυεῖς. ἀπὸ δὲ τούτων γενόμενος μετὰ πάσης τῆς δυνάμεως ταῖς αὐταῖς ὁδοῖς πορευθεὶς ἀνέκαμψεν ἐπὶ τὸν Ἀκεσίνην ποταμόν:
καταλαβὼν δὲ τὰ σκάφη νεναυπηγημένα καὶ ταῦτα καταρτίσας ἕτερα προσεναυπηγήσατο. κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκον ἐκ τῆς Ἑλλάδος σύμμαχοι καὶ μισθοφόροι διὰ τῶν στρατηγῶν ἠγμένοι, πεζοὶ μὲν πλείους τρισμυρίων, ἱππεῖς δ οὐ πολὺ λείποντες τῶν ἑξακισχιλίων, ἐκομίσθησαν δὲ καὶ πανοπλίαι διαπρεπεῖς πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, φαρμάκων δ ἰατρικῶν ἑκατὸν τάλαντα.
ταῦτα μὲν οὖν διέδωκε τοῖς στρατιώταις. τῆς δὲ ναυτικῆς παρασκευῆς συντελεσθείσης καὶ διακοσίων μὲν ἀφράκτων ἡτοιμασμένων, ὀκτακοσίων δὲ ὑπηρετικῶν τὰς μὲν παρὰ τὸν ποταμὸν κτισθείσας πόλεις ὠνόμασε τὴν μὲν διὰ τὸ τῷ πολέμῳ κρατῆσαι Νίκαιαν, τὴν δ ἀπὸ τοῦ τελευτήσαντος ἵππου κατὰ τὴν πρὸς Πῶρον μάχην Βουκεφάλαν.
αὐτὸς δὲ μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς τὸν διὰ τοῦ ποταμοῦ πλοῦν ἐπὶ τὸν Ὠκεανὸν τὸν κατὰ μεσημβρίαν ἐποιεῖτο.
τὸ δὲ πολὺ μέρος τῆς δυνάμεως παρὰ τὸν ποταμὸν ὡδοιπόρει, προηγουμένου Κρατεροῦ καὶ Ἡφαιστίωνος. ὡς δ ἦλθον ἐπὶ τὴν Ἀκεσίνου καὶ Ὑδάσπου συμβολήν, ἐκβιβάσας τοὺς στρατιώτας προῆγεν ἐπὶ τοὺς ὀνομαζομένους Σίβους. τούτους δέ φασιν ἀπογόνους εἶναι τῶν μεθ Ἡρακλέους ἐπὶ τὴν Αὄρνον πέτραν στρατευσάντων καὶ τῆς μὲν πολιορκίας ἀποτυχόντων, ἐν τούτῳ δὲ τῷ τόπῳ κατοικισθέντων ὑφ Ἡρακλέους.
τοῦ δ Ἀλεξάνδρου καταστρατοπεδεύσαντος πλησίον ἐπιφανεστάτης πόλεως προῆλθον οἱ δόξῃ πρωτεύοντες τῶν πολιτῶν. ἐντυχόντες δὲ τῷ βασιλεῖ καὶ τὴν συγγένειαν ἀνανεωσάμενοι πάντα ποιήσειν ἔφασαν μετὰ προθυμίας ὡς ἂν συγγενεῖς ὄντες καὶ δῶρα προσεκόμισαν μεγαλοπρεπῆ. ὁ δὲ Ἀλέξανδρος ἀποδεξάμενος αὐτῶν τὴν εὔνοιαν καὶ τὰς πόλεις ἀποδείξας ἐλευθέρας προῆγεν ἐπὶ τὰ συνορίζοντα τῶν ἐθνῶν.
καταλαβὼν δὲ τοὺς ὀνομαζομένους Ἀγαλασσεῖς ἠθροικότας πεζοὺς μὲν τετρακισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, συνάψας αὐτοῖς μάχην καὶ νικήσας τοὺς μὲν πλείστους κατέκοψεν, τοὺς δὲ λοιποὺς συμφυγόντας εἰς τὰς πλησίον πόλεις ἐκπολιορκήσας ἐξηνδραποδίσατο. τῶν δὲ ἄλλων ἐγχωρίων συναθροισθέντων δισμυρίους μὲν καταφυγόντας εἰς πόλιν μεγάλην κατὰ κράτος εἷλε, τῶν δ Ἰνδῶν διαφραξάντων τοὺς στενωποὺς καὶ ἀπὸ τῶν οἰκιῶν μαχομένων εὐρώστως βιαζόμενος ἀπέβαλε τῶν Μακεδόνων οὐκ ὀλίγους.
διὰ δὲ τὴν ὀργὴν ἐμπρήσας τὴν πόλιν συγκατέκαυσε τοὺς πλείστους:
τῶν δ ὑπολειπομένων εἰς τρισχιλίους συμφυγόντας εἰς τὴν ἀκρόπολιν καὶ μεθ ἱκετηριῶν δεηθέντας ἀπέλυσεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기