- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 81

(디오도로스 시켈로스, Library, book xvii, chapter 81)

ἀπὸ δὲ τούτων γενόμενος καὶ τὰ κατὰ τὴν Δραγγινὴν καταστήσας ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τοὺς πρότερον μὲν Ἀριμασπούς, νῦν δ Εὐεργέτας ὀνομαζομένους διὰ τοιαύτας τινὰς αἰτίας.? Κῦρος ὁ τὴν Μήδων ἀρχὴν μεταστήσας εἰς Πέρσας ἔν τινι στρατείᾳ περιληφθεὶς ἐν ἐρήμῳ χώρᾳ πάσῃ σπάνει τῶν ἀναγκαίων ἦλθε μὲν ἐπὶ τοὺς ἐσχάτους κινδύνους, διὰ τὴν ἔνδειαν τῆς τροφῆς ἀναγκαζομένων τῶν στρατιωτῶν ἀλλήλους σαρκοφαγεῖν, τῶν δ Ἀριμασπῶν τρισμυρίας ἁμάξας σίτου γεμούσας παρακομισάντων σωθεὶς παραδόξως ἀτελείαις τε καὶ ἄλλαις δωρεαῖς ἐτίμησε τὸ ἔθνος καὶ τὴν προϋπάρχουσαν προσηγορίαν ἀφελόμενος προσηγόρευσεν Εὐεργέτας. τότε δὲ Ἀλέξανδρος εἰς τὴν τούτων χώραν στρατεύσας καὶ τῶν ἐγχωρίων φιλοφρόνως αὐτὸν προσδεξαμένων ἐτίμησε τὸ ἔθνος ταῖς ἁρμοζούσαις δωρεαῖς.

τὸ δ αὐτὸ καὶ τῶν ὁμόρων τῶν ὀνομαζομένων Κεδρωσίων ποιησάντων καὶ τούτους ταῖς πρεπούσαις χάρισιν ἠμείψατο. ἀμφοτέρων δὲ τῶν εἰρημένων ἐθνῶν τὴν στρατηγίαν Τιριδάτῃ παρέδωκεν. περὶ ταῦτα δὲ αὐτοῦ διατρίβοντος ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Σατιβαρζάνης ἐκ τῆς Βακτριανῆς μετὰ δυνάμεως πολλῆς ἱππικῆς παραγενόμενος εἰς τὸ τῶν Ἀρίων ἔθνος ἀπέστησε τοὺς ἐγχωρίους ἀπ Ἀλεξάνδρου.

ὁ δὲ βασιλεὺς ἀκούσας τὸ γεγονὸς ἀπέστειλεν ἐπ αὐτὸν μέρος τῆς δυνάμεως, στρατηγοὺς ἐπιστήσας Ἐριγυιὸν καὶ Στασάνορα, αὐτὸς δὲ τὴν Ἀραχωσίαν καταστρεψάμενος ὀλίγαις ἡμέραις ὑπήκοον ἐποίησεν. τοῦ δ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐθύκριτος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Λεύκιος Πλάτιος καὶ Λεύκιος Παπίριος, Ὀλυμπιὰς δ ἤχθη τρίτη πρὸς ταῖς ἑκατὸν δέκα, καθ ἣν ἐνίκα στάδιον Κλείτων Μακεδών.

ἐπὶ δὲ τούτων Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ τοὺς ὀνομαζομένους Παροπανισάδας. ἡ δὲ τούτων χώρα κεῖται μὲν ὑπ αὐτὰς τὰς ἄρκτους, χιονοβολεῖται δὲ πᾶσα καὶ τοῖς ἄλλοις ἔθνεσι δυσεπίβατός ἐστι διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους.

ἡ πλείστη δὲ πεδιὰς οὖσα καὶ ἄξυλος πολλαῖς κώμαις διείληπται. αὗται δὲ τὰς τῶν οἰκιῶν στέγας ἔχουσιν ἐκ πλίνθων εἰς ὀξὺ συνηγμένων ἐχούσας καμάραν:

κατὰ δὲ μέσην τὴν ὀροφὴν ἀπολελειμμένης διαυγείας διὰ ταύτης ὁ καπνὸς ἐκφέρεται καὶ πανταχόθεν τῆς οἰκοδομίας περιεχούσης οἱ κατοικοῦντες πολλῆς σκέπης τυγχάνουσιν. οἱ δ ἐγχώριοι διὰ τὸ πλῆθος τῆς χιόνος τὸ πλέον μέρος τοῦ ἐνιαυτοῦ ταῖς οἰκίαις ἐνδιατρίβουσι, παρεσκευασμένας ἔχοντες τὰς ἰδίας τροφάς:

τὰς δ ἀμπέλους καὶ τὰ καρποφόρα τῶν δένδρων περιχώσαντες καὶ τὴν τοῦ χειμῶνος ὡρ´αν ἐάσαντες πάλιν ἀναστέλλουσι τὴν γῆν κατὰ τὸν τοῦ βλαστοῦ καιρόν. ἅπασα δ ἡ τῆς χώρας φύσις οὔτε χλωρὰν οὔθ ἥμερον ἔχει πρόσοψιν, ἀλλὰ λευκὴν καὶ ἀνταυγῆ διὰ τὴν χιόνα καὶ τὸν ἐν αὐτῇ πηγνύμενον κρύσταλλον.

διόπερ οὔτ ὀρνέου προσκαθίζοντος οὔτε θηρίου διοδεύοντος ἄξενα καὶ ἀνεπίβατα πάντα τὰ μέρη τῆς χώρας ὑπῆρχεν. ἀλλ ὅμως ὁ βασιλεὺς τούτων ἁπάντων ἀντιπραττόντων τῇ στρατιᾷ τῇ συνήθει τόλμῃ καὶ καρτερίᾳ τῶν Μακεδόνων περιεγίνετο τῆς τοπικῆς δυστραπελείας.

διὸ δὴ πολλοὶ τῶν στρατιωτῶν καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων ἐξαδυνατοῦντες ἀπελείποντο:

ἔνιοι δὲ διὰ τὴν τῆς χιόνος ἀνταύγειαν καὶ σκληρότητα τῆς ἀναβαλλομένης ἀνακλάσεως ἐφθείροντο τὴν ὁρ´ασιν. σαφὲς δ οὐδὲν ἐκ διαστήματος ἦν ἰδεῖν, ἀλλὰ μόνῳ τῷ καπνῷ δηλουμένων τῶν κωμῶν ἐλάμβανον οἱ Μακεδόνες οὗ κατοικοῦσιν ἐφιστάμενοι.

τούτῳ δὲ τῷ τρόπῳ τῶν κωμῶν ἁλισκομένων, καὶ τῶν στρατιωτῶν τῷ πλήθει τῆς ὠφελείας διορθουμένων τὴν κακοπάθειαν ταχὺ πάντων τῶν ἐγχωρίων ὁ βασιλεὺς ἐκυρίευσεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION