- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 78

(디오도로스 시켈로스, Library, book xvii, chapter 78)

ὅμως δὲ πολλῶν αὐτῷ μεμψιμοιρούντων τούτους μὲν ταῖς δωρεαῖς ἐθεράπευεν, αὐτὸς δὲ πυθόμενος τὸν Ἀρείας σατράπην Σατιβαρζάνην ἀνῃρηκέναι μὲν τοὺς καταλελειμμένους ὑπ αὐτοῦ στρατιώτας, συμφρονεῖν δὲ Βήσσῳ καὶ κεκρικέναι μετ αὐτοῦ διαπολεμεῖν Μακεδόσιν ἐστράτευσεν ἐπ αὐτόν.? ὁ δὲ Σατιβαρζάνης τὴν μὲν δύναμιν ἤθροισεν εἰς Χορτάκανα, πόλιν ἐπιφανεστάτην τῶν ἐν τούτοις τοῖς τόποις καὶ φυσικῇ διαφέρουσαν ὀχυρότητι, τοῦ δὲ βασιλέως ἐγγίσαντος κατεπλάγη τό τε μέγεθος τῆς δυνάμεως καὶ τὰς διαβεβοημένας τῶν Μακεδόνων ἀνδραγαθίας. διόπερ αὐτὸς μὲν μετὰ δισχιλίων ἱππέων ἐξίππευσε πρὸς Βῆσσον, παρακαλέσων βοηθεῖν κατὰ τάχος, τοῖς δ ἄλλοις παρήγγειλε καταφυγεῖν εἰς ὄρος καλούμενον, ἔχον πολλὰς δυσχωρίας καὶ καταφυγὰς εὐθέτους τοῖς μὴ τολμῶσι κατὰ στόμα διακινδυνεύειν.

ὧν πραξάντων τὸ παραγγελθὲν ὁ βασιλεὺς τῇ συνήθει φιλοτιμίᾳ χρησάμενος καὶ τοὺς καταφυγόντας εἴς τινα πέτραν ὀχυρὰν καὶ μεγάλην πολιορκήσας ἐνεργῶς ἠνάγκασεν ἑαυτοὺς παραδοῦναι.

μετὰ δὲ ταῦτα πάσας τὰς κατὰ τὴν σατραπείαν ταύτην πόλεις ἐν τριάκονθ ἡμέραις κατακτησάμενος προῆγεν ἐκ τῆς Ὑρκανίας καὶ διανύσας εἰς τὰ βασίλεια τῆς Δραγγινῆς ἐνταῦθα διέτριβε καὶ τὴν δύναμιν ἀνελάμβανε.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION