호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ βασιλέως ἀναζεύξαντος ἐκ τῆς Βαβυλῶνος καὶ κατὰ τὴν πορείαν ὄντος ἧκον πρὸς αὐτὸν παρὰ μὲν Ἀντιπάτρου πεμφθέντες ἱππεῖς μὲν Μακεδόνες πεντακόσιοι, πεζοὶ δὲ ἑξακισχίλιοι, ἐκ δὲ Θρᾴκης ἱππεῖς μὲν ἑξακόσιοι, Τραλλεῖς δὲ τρισχίλιοι καὶ πεντακόσιοι, ἐκ δὲ Πελοποννήσου πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ βραχὺ λείποντες τῶν χιλίων, ἐκ δὲ τῆς Μακεδονίαστῶν φίλων τοῦ βασιλέως υἱοὶ πεντήκοντα πρὸς τὴν σωματοφυλακίαν ὑπὸ τῶν πατέρων ἀπεσταλμένοι.? ὁ δὲ βασιλεὺς τούτους παραλαβὼν προῆγε καὶ κατήντησεν ἑκταῖος εἰς τὴν Σιττακινὴν ἐπαρχίαν.
τῆς δὲ χώρας ταύτης πολλὴν ἀφθονίαν ἐχούσης τῶν ἐπιτηδείων πάντων ἐν ταύτῃ πλείους ἡμέρας ἔμεινεν, ἅμα μὲν σπεύδων ἐκ τῆς κατὰ τὴν ὁδοιπορίαν ταλαιπωρίας ἀναλαβεῖν τὴν δύναμιν, ἅμα δὲ τῆς στρατιωτικῆς τάξεως διανοούμενος ἐπιμεληθῆναι καὶ τὰς ἡγεμονίας ἀναβιβάσαι καὶ τὴν δύναμιν ἰσχυροποιῆσαι τῷ τε πλήθει καὶ ταῖς ἀρεταῖς τῶν ἡγεμόνων. συντελέσας δὲ τὰ δεδογμένα καὶ μετὰ πολλῆς ἐπιμελείας περὶ τῶν ἀριστίων κρίσιν ποιησάμενος καὶ πολλοὺς ἀπὸ τῆς μεγάλης ἡγεμονίας ἐπὶ μεγάλας ἐξουσίας ἀναβιβάσας πάντας τοὺς ἡγεμόνας εἰς ἀξίωμα μεῖζον καὶ στοργὴν ἰσχυρὰν πρὸς ἑαυτὸν προήγαγεν.
ἐπεμελήθη δὲ καὶ τῆς ἰδιωτικῆς τῶν στρατιωτῶν διατάξεως καὶ πολλὰ πρὸς τὴν εὐχρηστίαν ἐπινοησάμενος ἐπὶ τὸ κρεῖττον διωρθώσατο.
κατασκευάσας δὲ πᾶσαν τὴν στρατιὰν εὐνοίᾳ τε πρὸς τὸν ἡγούμενον διαφέρουσαν καὶ πρὸς τὰ παραγγελλόμενα πειθαρχοῦσαν, ἔτι δὲ ταῖς ἀνδραγαθίαις ὑπερβάλλουσαν ἐπὶ τοὺς ὑπολειπομένους ἀγῶνας ὡρ´μησεν. εἰς δὲ τὴν Σουσιανὴν καταντήσας ἀκινδύνως παρέλαβε τὰ περιβόητα ἐν Σούσοις βασίλεια, ἑκουσίως Ἀβουλεύτου τοῦ σατράπου παραδόντος αὐτῷ τὴν πόλιν, ὡς μὲν ἔνιοι γεγράφασι, προστάξαντος Δαρείου τοῖς πεπιστευμένοις ὑπ αὐτοῦ.
τοῦτο δὲ πρᾶξαι τὸν βασιλέα τῶν Περσῶν, ὅπως ὁ μὲν Ἀλέξανδρος εἰς περισπασμοὺς ἀξιολόγους καὶ παραλήψεις ἐπιφανεστάτων πόλεων καὶ θησαυρῶν μεγάλων ἐμπεσὼν ἐν ἀσχολίαις ὑπάρχῃ, ὁ δὲ Δαρεῖος τῇ φυγῇ λαμβάνῃ χρόνον εἰς τὴν τοῦ πολέμου παρασκευήν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기