- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 35

(디오도로스 시켈로스, Library, book xvii, chapter 35)

νυκτὸς δ ἐπιλαβούσης οἱ μὲν Πέρσαι ῥᾳδίως διεσπάρησαν εἰς πολλοὺς τόπους, οἱ δὲ Μακεδόνες παυσάμενοι τοῦ διωγμοῦ πρὸς ἁρπαγὴν ὡρ´μησαν καὶ μάλιστα περὶ τὰς βασιλικὰς σκηνὰς διὰ τὸ πλῆθος τῆς πολυτελείας ἠσχολοῦντο.? διόπερ πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, παμπληθεῖς δὲ καὶ πολυτελεῖς ἐσθῆτες ἐκ τῆς βασιλικῆς γάζης διεφοροῦντο.

ὁμοίως δὲ καὶ τῶν τοῦ βασιλέως φίλων καὶ συγγενῶν καὶ τῶν ἄλλων ἡγεμόνων οὐκ ὀλίγος διηρπάγη πλοῦτος. οὐ μόνον γὰρ αἱ τῆς βασιλικῆς οἰκίας, ἀλλὰ καὶ αἱ τῶν συγγενῶν καὶ φίλων γυναῖκες ἐφ ἁρμάτων ὀχούμεναι καταχρύσων συνηκολούθουν κατά τι πάτριον ἔθος τῶν Περσῶν:

ἑκάστη δὲ τούτων διὰ τὴν ὑπερβολὴν τοῦ πλούτου καὶ τῆς τρυφῆς περιήγετο πλῆθος πολυδαπάνου κατασκευῆς καὶ γυναικείου κόσμου.

πάθος δ ἦν δεινότατον περὶ τὰς αἰχμαλωτιζομένας γυναῖκας. αἱ γὰρ πρότερον διὰ τρυφὴν ἐπ ἀπήναις πολυτελέσι μόγις κατακομιζόμεναι καὶ γυμνὸν μέρος τοῦ σώματος οὐδὲν φαίνουσαι, τότε μονοχίτωνες καὶ τὰς ἐσθῆτας περιρρήττουσαι μετ ὀδυρμῶν ἐκ τῶν σκηνῶν ἐξεπήδων, ἐπιβοώμεναι θεοὺς καὶ προσπίπτουσαι τοῖς τῶν κρατούντων γόνασι.

περιαιρούμεναι δὲ ταῖς χερσὶ τρεμούσαις τὸν τοῦ σώματος κόσμον καὶ τὰς κόμας ἀνειμέναι διὰ τόπων τραχέων ἔθεον καὶ πρὸς ἀλλήλας συντρέχουσαι βοηθοὺς ἐπεκαλοῦντο τὰς παρ ἑτέρων ἐπικουρίας δεομένας.

ἦγον δ αὐτὰς οἱ μὲν ἀπὸ τῆς κόμης ἐπισπώμενοι τὰς ἠτυχηκυίας, οἱ δὲ τὰς ἐσθῆτας περιρηγνύντες καὶ γυμνοῖς τοῖς σώμασιν ἐπιβάλλοντες τὰς χεῖρας καὶ ταῖς στάθμαις τῶν δοράτων τύπτοντες καὶ τὰ τιμιώτατα καὶ περιβόητα τῶν βαρβάρων ταῖς τῆς τύχης δωρεαῖς ὑβρίζοντες.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION