호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ῥαδάμανθυν δὲ λέγουσι τάς τε κρίσεις πάντων δικαιοτάτας πεποιῆσθαι καὶ τοῖς λῃσταῖς καὶ ἀσεβέσι καὶ τοῖς ἄλλοις κακούργοις ἀπαραίτητον ἐπενηνοχέναι τιμωρίαν.? κατακτήσασθαι δὲ καὶ νήσους οὐκ ὀλίγας καὶ τῆς Ἀσίας πολλὴν τῆς παραθαλαττίου χώρας, ἁπάντων ἑκουσίως παραδιδόντων ἑαυτοὺς διὰ τὴν δικαιοσύνην. τὸν δὲ Ῥαδάμανθυν Ἐρύθρῳ μὲν ἑνὶ τῶν αὑτοῦ παίδων παραδοῦναι τὴν βασιλείαν τῶν δι ἐκεῖνον Ἐρυθρῶν ὀνομασθεισῶν, Οἰνοπίωνι δὲ τῷ Ἀριάδνης τῆς Μίνω Χίον ἐγχειρίσαι φασίν, ὃν ἔνιοι μυθολογοῦσι Διονύσου γενόμενον μαθεῖν παρὰ τοῦ πατρὸς τὰ περὶ τὴν οἰνοποιίαν. τῶν δ ἄλλων τῶν περὶ αὐτὸν ἡγεμόνων ἑκάστῳ νῆσον ἢ πόλιν δωρήσασθαι λέγουσι τὸν Ῥαδάμανθυν, Θόαντι μὲν Λῆμνον, Ἐνυεῖ δὲ Κύρνον, Σταφύλῳ δὲ Πεπάρηθον, Εὐάνθει δὲ Μαρώνειαν, Ἀλκαίῳ δὲ Πάρον, Ἀνίωνι δὲ Δῆλον, Ἀνδρεῖ δὲ τὴν ἀπ ἐκείνου κληθεῖσαν Ἄνδρον.
διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν δικαιοσύνης μεμυθολογῆσθαι δικαστὴν αὐτὸν ἀποδεδεῖχθαι καθ ᾅδου καὶ διακρίνειν τοὺς εὐσεβεῖς καὶ τοὺς πονηρούς. τετευχέναι δὲ τῆς αὐτῆς τιμῆς καὶ τὸν Μίνω, βεβασιλευκότα νομιμώτατα καὶ μάλιστα δικαιοσύνης πεφροντικότα. τὸν δὲ τρίτον ἀδελφὸν Σαρπηδόνα φασὶ μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διαβάντα κατακτήσασθαι τοὺς περὶ Λυκίαν τόπους.
Εὐάνδρον δὲ γενόμενον υἱὸν αὐτοῦ διαδέξασθαι τὴν ἐν Λυκίᾳ βασιλείαν, καὶ γήμαντα Δηιδάμειαν τὴν Βελλεροφόντου τεκνῶσαι Σαρπηδόνα τὸν ἐπὶ Τροίαν μὲν στρατεύσαντα , ὑπό τινων δὲ Διὸς υἱὸν ὀνομαζόμενον. Μίνῳ δέ φασιν υἱοὺς γενέσθαι Δευκαλίωνά τε καὶ Μόλον:
καὶ Δευκαλίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι. τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετ Ἀγαμέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων. καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε, Κνωσίου Ἰδομενῆος ὁρ´α τάφον. αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. τούτους μὲν οὖν ὡς ἡρ´ωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기