호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παραδοθῆναι δὲ τῇ μὲν Ἀφροδίτῃ τήν τε τῶν παρθένων ἡλικίαν, ἐν οἷσ χρόνοισ δεῖ γαμεῖν αὐτάσ, καὶ τὴν ἄλλην ἐπιμέλειαν τὴν ἔτι καὶ νῦν ἐν τοῖσ γάμοισ γινομένην μετὰ θυσιῶν καὶ σπονδῶν, ἃσ ποιοῦσιν ἄνθρωποι τῇ θεῷ ταύτῃ. προθύουσι δὲ πρότερον ἅπαντεσ τῷ Διὶ τῷ τελείῳ καὶ Ἥρᾳ τελείᾳ διὰ τὸ τούτουσ ἀρχηγοὺσ γεγονέναι καὶ πάντων εὑρετάσ, καθότι προείρηται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기