- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 5, chapter 71 1:

(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 71 1:)

διενέγκαι δὲ τὸν θεὸν τοῦτον ἁπάντων ἀνδρείᾳ καὶ συνέσει καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς:? διὸ καὶ παραλαβόντα τὴν βασιλείαν παρὰ τοῦ Κρόνου πλεῖστα καὶ μέγιστα τὸν ἀνθρώπινον βίον εὐεργετῆσαι. πρῶτον μὲν γὰρ ἁπάντων καταδεῖξαι περὶ τῶν ἀδικημάτων τὸ δίκαιον ἀλλήλοις διδόναι τοὺς ἀνθρώπους καὶ τοῦ βίᾳ τι πράττειν ἀποστῆσαι, κρίσει δὲ καὶ δικαστηρίῳ τὰς ἀμφισβητήσεις διαλύειν. καθόλου δὲ τὰ περί τε τῆς εὐνομίας καὶ τῆς εἰρήνης προσαναπληρῶσαι, τοὺς μὲν ἀγαθοὺς πείθοντα, τοὺς δὲ φαύλους τῇ τιμωρίᾳ καὶ τῷ φόβῳ καταπληττόμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION