호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τοῖς ὕστερον χρόνοις ἐπὶ τοσοῦτον ἔλαβε τὸ ἱερὸν αὔξησιν τῆς Ἡμιθέας, ὥστε μὴ μόνον παρὰ τοῖς ἐγχωρίοις καὶ τοῖς περιοίκοις τιμᾶσθαι διαφερόντως, ἀλλὰ καὶ τοὺς μακρὰν οἰκοῦντας εἰς αὐτὸ φιλοτίμως φοιτᾶν, καὶ θυσίαις τε μεγαλοπρεπέσι καὶ ἀναθήμασιν ἀξιολόγοις τιμᾶν, τὸ δὲ μέγιστον, Πέρσας ἡγουμένους τῆς Ἀσίας καὶ πάντα τὰ τῶν Ἑλλήνων ἱερὰ συλῶντας μόνου τοῦ τῆς Ἡμιθέας τεμένους ἀποσχέσθαι, τούς τε λῃστὰς τοὺς πάντα διαρπάζοντας μόνον τοῦτο ἀφεῖναι παντελῶς ἄσυλον, καίπερ ἀτείχιστον ὑπάρχον καὶ ἀκίνδυνον ἔχον τὴν ἁρπαγήν.? αἰτίαν δὲ τῆς ἐπὶ πλέον αὐξήσεως φέρουσι τὴν κοινὴν εἰς ἀνθρώπους εὐεργεσίαν:
τοῖς τε γὰρ κάμνουσι κατὰ τοὺς ὕπνους ἐφισταμένην φανερῶς διδόναι τὴν θεραπείαν καὶ πολλοὺς τοῖς ἀπεγνωσμένοις πάθεσι συνεχομένους ὑγιασθῆναι: πρὸς δὲ τούτοις τὰς δυστοκούσας τῶν γυναικῶν τῆς ἐν ταῖς ὠδῖσι ταλαιπωρίας καὶ κινδύνων ἀπαλλάττειν τὴν θεόν. διὸ καὶ πολλῶν ἐκ παλαιῶν χρόνων σεσωσμένων πεπλήρωται τὸ τέμενος ἀναθημάτων, καὶ ταῦτα οὔθ ὑπὸ φυλάκων οὔθ ὑπὸ τείχους ὀχυροῦ φυλαττόμενα, ἀλλ ὑπὸ τῆς συνήθους δεισιδαιμονίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기