호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τούτουσ τοὺσ χρόνουσ Δαναὸσ ἔφυγεν ἐξ Αἰγύπτου μετὰ τῶν θυγατέρων· καταπλεύσασ δὲ τῆσ Ῥοδίασ εἰσ Λίνδον καὶ προσδεχθεὶσ ὑπὸ τῶν ἐγχωρίων, ἱδρύσατο τῆσ Ἀθηνᾶσ ἱερὸν καὶ τὸ ἄγαλμα τῆσ θεοῦ καθιέρωσε. τῶν δὲ τοῦ Δαναοῦ θυγατέρων τρεῖσ ἐτελεύτησαν κατὰ τὴν ἐπιδημίαν τὴν ἐν τῇ Λίνδῳ, αἱ δ’ ἄλλαι μετὰ τοῦ πατρὸσ Δαναοῦ εἰσ Ἄργοσ ἐξέπλευσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기