- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 5, chapter 53

(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 53)

τὴν δὲ νῆσον τὴν Σύμην ὀνομαζομένην, τὸ παλαιὸν ἔρημον οὖσαν, πρῶτοι κατῴκησαν οἱ μετὰ Τρίοπος ἀφικόμενοι, ὧν ἡγεῖτο Χθόνιος ὁ Ποσειδῶνος καὶ Σύμης, ἀφ ἧς ἡ νῆσος ἔτυχε ταύτης τῆς προσηγορίας.? ὕστερον δ αὐτῆς ἐβασίλευσε Νιρεὺς ὁ Χαρόπου καὶ Ἀγλαϊάς, κάλλει διαφέρων, ὃς καὶ ἐπὶ Τροίαν μετ Ἀγαμέμνονος ἐστράτευσε, τῆς τε νήσου δυναστεύων καὶ τῆς Κνιδίας μέρους κυριεύων.

μετὰ δὲ τοὺς Τρωικοὺς χρόνους κατέσχον τὴν νῆσον Κᾶρες, καθ ὃν καιρὸν ἐθαλαττοκράτουν. ὕστερον δ αὐχμῶν γενομένων ἔφυγον ἐκ τῆς νήσου, καὶ κατῴκησαν τὸ καλούμενον Οὐράνιον. ἡ δὲ Σύμη διέμεινεν ἔρημος, ἑώς ὁ στόλος ὁ Λακεδαιμονίων καὶ Ἀργείων παρέβαλεν εἰς τούτους τοὺς τόπους:

ἔπειτα κατῳκίσθη πάλιν τόνδε τὸν τρόπον. τῶν μετὰ Ἱππότου τις μετασχὼν τῆς ἀποικίας, ὄνομα Ναῦσος, ἀναλαβὼν τοὺς καθυστερήσαντας τῆς κληροδοσίας, ἔρημον οὖσαν τὴν Σύμην κατῴκησε καὶ τισιν ἑτέροις ὕστερον καταπλεύσασιν, ὧν ἦν Ξοῦθος ἡγεμών, μεταδοὺς τῆς πολιτείας καὶ χώρας κοινῇ τὴν νῆσον κατῴκησε.

φασὶ δὲ τῆς ἀποικίας ταύτης μετασχεῖν τούς τε Κνιδίους καὶ Ῥοδίους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION