호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παραπλήσιοσ δὲ καὶ ἡ τράπεζα τοῦ θεοῦ καὶ τῷ μεγέθει καὶ τῇ λοιπῇ πολυτελείᾳ παράκειται πλησίον τῆσ κλίνησ. κατὰ μέσην δὲ τὴν κλίνην ἕστηκε στήλη χρυσῆ μεγάλη, γράμματα ἔχουσα τὰ παρ’ Αἰγυπτίοισ ἱερὰ καλούμενα, δἰ ὧν ἦσαν αἱ πράξεισ Οὐρανοῦ τε καὶ Διὸσ ἀναγεγραμμέναι, καὶ μετὰ ταύτασ αἱ Ἀρτέμιδοσ καὶ Ἀπόλλωνοσ ὑφ’ Ἑρμοῦ προσαναγεγραμμέναι. περὶ μὲν οὖν τῶν κατ’ ἀντικρὺ τῆσ Ἀραβίασ ἐν ὠκεανῷ νήσων ἀρκεσθησόμεθα τοῖσ ῥηθεῖσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기