호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λείπεται δ’ ἡμῖν εἰπεῖν περὶ τῶν Τυρρηνῶν. οὗτοι γὰρ τὸ μὲν παλαιὸν ἀνδρείᾳ διενεγκόντεσ χώραν πολλὴν κατεκτήσαντο καὶ πόλεισ ἀξιολόγουσ καὶ πολλὰσ ἔκτισαν. ὁμοίωσ δὲ καὶ ναυτικαῖσ δυνάμεσιν ἰσχύσαντεσ καὶ πολλοὺσ χρόνουσ θαλαττοκρατήσαντεσ τὸ μὲν παρὰ τὴν Ἰταλίαν πέλαγοσ ἀφ’ ἑαυτῶν ἐποίησαν Τυρρηνικὸν προσαγορευθῆναι, τὰ δὲ κατὰ τὰσ πεζὰσ δυνάμεισ ἐκπονήσαντεσ τήν τε σάλπιγγα λεγομένην ἐξεῦρον, εὐχρηστοτάτην μὲν εἰσ τοὺσ πολέμουσ, ἀπ’ ἐκείνων δ’ ὀνομασθεῖσαν Τυρρηνήν, τό τε περὶ τοὺσ ἡγουμένουσ στρατηγοὺσ ἀξίωμα κατεσκεύασαν, περιθέντεσ τοῖσ ἡγουμένοισ ῥαβδούχουσ καὶ δίφρον ἐλεφάντινον καὶ περιπόρφυρον τήβενναν, ἔν τε ταῖσ οἰκίαισ τὰ περίστῳα πρὸσ τὰσ τῶν θεραπευόντων ὄχλων ταραχὰσ ἐξεῦρον εὐχρηστίαν· ὧν τὰ πλεῖστα Ῥωμαῖοι μιμησάμενοι καὶ πρὸσ τὸ κάλλιον αὐξήσαντεσ μετήνεγκαν ἐπὶ τὴν ἰδίαν πολιτείαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기