호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρῶνται δὲ καὶ σαυνίοισ ὁλοσιδήροισ ἀγκιστρώδεσι, φοροῦσι δὲ κράνη καὶ ξίφη παραπλήσια Κελτίβηρσιν. ἀκοντίζουσι δ’ εὐστόχωσ καὶ μακράν, καὶ καθόλου καρτεροπληγεῖσ ὑπάρχουσιν. εὐκίνητοι δ’ ὄντεσ καὶ κοῦφοι ῥᾳδίωσ καὶ φεύγουσι καὶ διώκουσι, κατὰ δὲ τὰσ ἐν ταῖσ συστάσεσι τῶν δεινῶν ὑπομονὰσ πολὺ λείπονται τῶν Κελτιβήρων. ἐπιτηδεύουσι δὲ κατὰ μὲν τὴν εἰρήνην ὄρχησίν τινα κούφην καὶ περιέχουσαν πολλὴν εὐτονίαν σκελῶν, ἐν δὲ τοῖσ πολέμοισ, πρὸσ ῥυθμὸν ἐμβαίνουσι καὶ παιᾶνασ ᾅδουσιν, ὅταν ἐπίωσι τοῖσ ἀντιτεταγμένοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기