호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὴν Λιπάραν εἰς τὸ πρὸς δυσμὰς μέρος νῆσός ἐστι πελαγία, μικρὰ μὲν τὸ μέγεθος, ἔρημος δὲ καὶ διά τινα περιπέτειαν Ὀστεώδης ὀνομαζομένη.? καθ ὃν γὰρ καιρὸν Καρχηδόνιοι πρὸς Συρακοσίους διαπολεμοῦντες πολλοὺς καὶ μεγάλους πολέμους δυνάμεις εἶχον ἀξιολόγους πεζάς τε καὶ ναυτικάς, περὶ δὲ τούτους τοὺς καιροὺς μισθοφόρων ὄντων παρ αὐτοῖς πολλῶν καὶ παντοδαπῶν τοῖς ἔθνεσιν, οὗτοι δὲ ταραχώδεις ὄντες καὶ πολλὰς καὶ μεγάλας στάσεις εἰωθότες ποιεῖσθαι, καὶ μάλιστα ὅταν τοὺς μισθοὺς εὐκαίρως μὴ λαμβάνωσιν, ἐχρήσαντο καὶ τότε τῇ συνήθει ῥᾳδιουργίᾳ τε καὶ τόλμῃ. καὶ τοὺς μισθοὺς οὐκ ἀπολαμβάνοντες, τὸ μὲν πρῶτον συντρέχοντες κατεβόων τῶν στρατηγῶν, ἐκείνων δ ἀπορουμένων χρημάτων καὶ πολλάκις ἀναβαλλομένων τὰς ἀποδόσεις, ἠπείλουν τοῖς ὅπλοις ἀμυνεῖσθαι τοὺς Καρχηδονίους, καὶ τὰς χεῖρας προσέφερον τοῖς ἡγεμόσι.
τῆς δὲ γερουσίας ἐγκαλούσης καὶ τῆς διαφορᾶς ἀεὶ μᾶλλον ἐκκαομένης, ἡ μὲν γερουσία τοῖς στρατηγοῖς ἐν ἀπορρήτοις προσέταξεν ἀφανίσαι πάντας τοὺς ἐγκαλουμένους:
οἱ δὲ λαβόντες τὰς ἐντολάς, καὶ τοὺς μισθοφόρους ἐμβιβάσαντες εἰς τὰς ναῦς, ἐξέπλευσαν ὡς ἐπί τινα πολεμικὴν χρείαν. προσπλεύσαντες δὲ τῇ προειρημένῃ νήσῳ, καὶ πάντας τοὺς μισθοφόρους ἀποβιβάσαντες εἰς αὐτήν, ἀπέπλευσαν καταλιπόντες ἐν αὐτῇ τοὺς ἐγκαλουμένους. οἱ δὲ μισθοφόροι περιαλγεῖς ὄντες τῇ περιστάσει καὶ μὴ δυνάμενοι τοὺς Καρχηδονίους ἀμύνασθαι, λιμῷ διεφθάρησαν.
ἐν νήσῳ δὲ μικρᾷ τοσούτων αἰχμαλώτων τελευτησάντων συνέβη τὸν τόπον ὀλίγον ὄντα πληρωθῆναι τῶν ὀστῶν: ἀφ ἧς αἰτίας ἡ νῆσος ἔτυχε τῆς προσηγορίας. οἱ μὲν οὖν μισθοφόροι τοῦτον τὸν τρόπον παρανομηθέντες τῆς μεγίστης συμφορᾶς ἔτυχον, ἐνδείᾳ τροφῆς διαφθαρέντες.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기