- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 5, chapter 8

(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 8)

τοῦ δ Αἰόλου υἱοὺς γενέσθαι τὸν ἀριθμὸν ἕξ, Ἀστύοχον καὶ Ξοῦθον καὶ Ἀνδροκλέα, πρὸς δὲ τούτοις Φεραίμονα καὶ Ιὄκαστον καὶ Ἀγάθυρνον:? πάντας δὲ τούτους διά τε τὴν τοῦ πατρὸς δόξαν καὶ διὰ τὰς ἀρετὰς ἀποδοχῆς μεγάλης τυχεῖν: τούτων δ Ιὄκαστος μὲν τῆς Ἰταλίας ἀντεχόμενος ἐβασίλευσε τῆς παραλίας μέχρι τῶν κατὰ τὸ Ῥήγιον τόπων, Φεραίμων δὲ καὶ Ἀνδροκλῆς ἐδυνάστευσαν τῆς Σικελίας ἀπὸ πορθμοῦ μέχρι τῶν κατὰ τὸ Λιλύβαιον τόπων. ταύτης δὲ τῆς χώρας τὰ μὲν πρὸς ἑώ κεκλιμένα μέρη κατῴκουν Σικελοί, τὰ δὲ πρὸς δυσμὰς Σικανοί. ταῦτα δὲ τὰ ἔθνη πρὸς ἄλληλα διεφέροντο, τοῖς δ Αἰόλου παισὶ τοῖς προειρημένοις ἑκουσίως ὑπήκουον διά τε τὴν τοῦ πατρὸς Αἰόλου διαβεβοημένην εὐσέβειαν καὶ διὰ τὴν αὐτῶν ἐκείνων ἐπιείκειαν.

ἐβασίλευσε δὲ καὶ Ξοῦθος τῆς περὶ τοὺς Λεοντίνους χώρας, ἥτις ἀπ ἐκείνου μέχρι τοῦ νῦν χρόνου Ξουθία προσαγορεύεται. Ἀγάθυρνος δὲ βασιλεύσας τῆς νῦν ὀνομαζομένης Ἀγαθυρνίτιδος χώρας ἔκτισε πόλιν τὴν ἀπ αὐτοῦ κληθεῖσαν Ἀγάθυρνον. Ἀστύοχος δὲ τῆς Λιπάρας ἔσχε τὴν ἡγεμονίαν. πάντες δ οὗτοι μιμησάμενοι τὴν τοῦ πατρὸς εὐσέβειάν τε καὶ δικαιοσύνην μεγάλης ἐτύγχανον ἀποδοχῆς.

ἐπὶ πολλὰς δὲ γενεὰς τῶν ἐκγόνων διαδεχομένων τὰς δυναστείας, τὸ τελευταῖον οἱ ἀπ Αἰόλου γεγονότες βασιλεῖς κατὰ τὴν Σικελίαν διελύθησαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION