- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 5, chapter 5 1:

(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 5 1:)

περὶ δὲ τῆς κατὰ τὴν Κόρην ἁρπαγῆς, ὅτι γέγονεν ὡς προειρήκαμεν, πολλοὶ τῶν ἀρχαίων συγγραφέων καὶ ποιητῶν μεμαρτυρήκασι.? καρκίνος μὲν γὰρ ὁ τῶν τραγῳδιῶν ποιητής, πλεονάκις ἐν ταῖς Συρακούσαις παρεπιδεδημηκὼς καὶ τὴν τῶν ἐγχωρίων τεθεαμένος σπουδὴν περὶ τὰς θυσίας καὶ πανηγύρεις τῆς τε Δήμητρος καὶ Κόρης, κατεχώρισεν ἐν τοῖς ποιήμασι τούσδε τοὺς στίχους: λέγουσι Δήμητρός ποτ ἄρρητον κόρην Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασι, δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς, πόθῳ δὲ μητέρ ἠφανισμένης κόρης μαστῆρ ἐπελθεῖν πᾶσαν ἐν κύκλῳ χθόνα. καὶ τὴν μὲν Αἰτναίοισι Σικελίαν πάγοις πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις πᾶσαν στενάξαι, πένθεσιν δὲ παρθένου σίτων ἄμοιρον διοτρεφὲς φθίνειν γένος. ὅθεν θεὰς τιμῶσιν εἰς τὰ νῦν ἔτι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION