- 텍스트

Plutarch, De Iside et Osiride, section 50

(플루타르코스, De Iside et Osiride, section 50)

τῶν δ ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον ἵππον.? περὶ μὲν οὖν τοῦ ὄνου προδεδηλώκαμεν. ἐν Ἑρμοῦ πόλει δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον ποτάμιον: ἐφ οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν ἵππῳ τὸν Τυφῶνα δεικνύντες, τῷ δ ἱέρακι δύναμιν καὶ ἀρχήν, ἣν βίᾳ κτώμενος ὁ Τυφὼν πολλάκις οὐκ ἀνίεται ταραττόμενος ὑπὸ τῆς·

κακίας καὶ ταράττων.

διὸ καὶ θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον ποτάμιον δεδεμένον.

ἐν δ Ἀπόλλωνος πόλει νενομισμένον ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον: φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος ἔργα καὶ μέρη καὶ κινήματα ποιούμενοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION