- 텍스트

Lucian, Dialogi mortuorum, Πλούτων κατὰ Μενίππου?

(루키아노스, Dialogi mortuorum, Πλούτων κατὰ Μενίππου)

Οὐ φέρομεν, ὦ Πλούτων, Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα: ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν ἐς ἕτερον τόπον. Τί δ᾿ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν· Ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω, Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου, Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν, ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀνδράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν, ἐνίοτε δὲ καὶ ᾅδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς, καὶ ὅλως λυπηρός ἐστι. Τί ταῦτά φασιν, ὦ Μένιππε· Ἀληθῆ, ὦ Πλούτων: μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας, οἷς οὐκ ἀπέχρησε βιῶναι κακῶς, ἀλλὰ καὶ ἀποθανόντες. ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω:

χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς. Ἀλλ᾿ οὐ χρή: λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι. Καὶ σὺ μωραίνεις, ὦ Πλούτων, ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς· Οὐδαμῶς, ἀλλ᾿ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς. Καὶ μήν, ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων, οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου:

ἔνθα γὰρ ἂν ἰήτε, ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν. Ταῦτα οὐχ ὕβρις· Οὔκ, ἀλλ᾿ ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε, προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου τὸ παράπαν οὐ μνημονεύοντες: τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι. Πολλῶν γε, ὦ θεοί, καὶ μεγάλων κτημάτων. Ὅσου μὲν ἐγὼ χρυσοῦ. Ὅσης δὲ ἐγὼ τρυφῆς. Εὖ γε, οὕτω ποιεῖτε: ὀδύρεσθε μὲν ὑμεῖς, ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι ὑμῖν: πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION