- τῷ γὰρ ὄντι μεγάλαι μὲν ἁμαρτίαι καὶ ἀναπεπταμέναι γυναῖκας ἀνδρῶν ἄλλας ἀπήλλαξαν, τὰ δ ἔκ τινος ἀηδίας καὶ δυσαρμοστίας ἠθῶν μικρὰ καὶ πυκνὰ προσκρούσματα, λανθάνοντα τοὺς ἄλλους, ἀπεργάζεται τὰς ἀνηκέστους ἐν ταῖς συμβιώσεσιν ἀλλοτριότητας. (Plutarch, Aemilius Paulus, chapter 5 2:6)
(플루타르코스, Aemilius Paulus, chapter 5 2:6)
- ἐν δὲ τοῖς κάτω χρόνοις μίαν θυσίαν τριακοντάκις ἐποίησαν, ἀεί τινος ἐλλείμματος ἢ προσκρούσματος γίνεσθαι δοκοῦντος. (Plutarch, Lives, chapter 25 3:2)
(플루타르코스, Lives, chapter 25 3:2)
- πολλῶν γὰρ τότε προσκρουσμάτων τῇ πόλει καὶ μεγάλων γενομένων, οὐδενὸς ἁπλῶς ἐκεῖνος μετέσχεν, ἀλλὰ περὶ Θρᾴκην μὲν ἡττήθησαν ὑπὸ Χαλκιδέων Καλλιάδου τε καὶ Ξενοφῶντος στρατηγούντων, τὸ δ Αἰτωλικὸν πταῖσμα συνέβη Δημοσθένους ἄρχοντος, ἐν δὲ Δηλίῳ χιλίους αὑτῶν ἀπέβαλον Ἱπποκράτους ἡγουμένου, τοῦ δὲ λοιμοῦ τὴν πλείστην αἰτίαν ἔλαβε Περικλῆς διὰ τὸν πόλεμον εἰς τὸ ἄστυ κατακλείσας τὸν ἀπὸ τῆς χώρας ὄχλον, ἐκ τῆς μεταβολῆς τῶν τόπων καὶ διαίτης ἀήθους γενομένου. (Plutarch, , chapter 6 3:2)
(플루타르코스, , chapter 6 3:2)
- θάνατον ἀγαθῶν καὶ καλῶν ἐλπίδες ἀμηχάνους ἡδονὰς καὶ προσδοκίας ἔχουσαι πᾶν μὲν ἔλλειμμα πᾶν δὲ πρόσκρουσμα τῆς ψυχῆς ἐξαλείφουσι καὶ ἀφανίζουσιν ὥσπερ ἐν ὁδῷ, μᾶλλον δ ὁδοῦ παρατροπῇ βραχείᾳ, ῥᾳδίως τὰ συντυγχάνοντα καὶ μετρίως φερούσης. (Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 29 2:1)
(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 29 2:1)
- οὐδὲν γὰρ οὐδ ἀπὸ τύχης πρόσκρουσμα συνέβη περὶ τοὺς στρατευομένους. (Plutarch, , chapter 19 4:2)
(플루타르코스, , chapter 19 4:2)
- θεωρήσαντες δὲ καὶ πανηγυρίσαντες καὶ τὰς ἄλλας φιλοφροσύνας παρ ἀλλήλων ἀναλαβόντες, εἴ τι πρόσκρουσμα πόλει πρὸς πόλιν ἐγεγόνει, δικασταὶ καθεζόμενοι διῄτων καὶ περὶ τοῦ πρὸς τοὺς βαρβάρους πολέμου καὶ περὶ τῆς πρὸς ἀλλήλους ὁμοφροσύνης κοινὰς ἐποιοῦντο βουλάς. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 25 8:1)
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 25 8:1)
- συνεβούλευεν αὐτοῖς ἱερὸν ἄσυλον ἀπὸ κοινῶν ἀναλωμάτων ἐν Ῥώμῃ κατασκευάσασθαι, ἐν ᾧ θύσουσί θ αἱ πόλεις συνερχόμεναι καθ ἕκαστον ἐνιαυτὸν ἰδίας τε καὶ κοινὰς θυσίας καὶ πανηγύρεις ἄξουσιν, ἐν οἷς ἂν ὁρίσωσι χρόνοις, καί, εἴ τι γένοιτο πρόσκρουσμα αὐταῖς πρὸς ἀλλήλας, ἐκ τῶν ἱερῶν τοῦτο διαλύσονται, ταῖς ἄλλαις πόλεσιν ἐπιτρέψασαι τὰ ἐγκλήματα διαγνῶναι. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 26 5:1)
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 26 5:1)
- ποῖος τύραννος φοβερός, ποία νόσος, ποία πενία, ποῖον πρόσκρουσμα· (Epictetus, Works, book 4, chapter 12 9:2)
(에픽테토스, Works, book 4, chapter 12 9:2)