- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, I, EPIKOUROS 90:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, I, EPIKOUROS 90:)

οὐ γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ᾧ ἐνδέχεται κόσμον γίνεσθαι κενῷ κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης αὔξεσθαί τε, ἑώς ἂν ἑτέρῳ προσκρούσῃ, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις:? τοῦτο γὰρ μαχόμενόν ἐστι τοῖς φαινομένοις. "Ἥλιός τε καὶ σελήνη καὶ τὰ λοιπὰ ἄστρα οὐ καθ ἑαυτὰ γενόμενα ὕστερον ἐμπεριελαμβάνετο ὑπὸ τοῦ κόσμου [καὶ ὅσα γε δὴ σῴζει], ἀλλ εὐθὺς διεπλάττετο καὶ αὔξησιν ἐλάμβανεν [ὁμοίως δὲ καὶ γῆ καὶ θάλαττα] κατὰ προσκρίσεις καὶ δινήσεις λεπτομερῶν τινων φύσεων, ἤτοι πνευματικῶν ἢ πυροειδῶν ἢ συναμφοτέρων: καὶ γὰρ ταῦτα οὕτως ἡ αἴσθησις ὑποβάλλει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION