호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι πῶς οὐκ ἄτοπον μακαρίζειν μὲν αὑτοὺς ὑπὸ τοιούτων ἀρχομένους, τούτους δ εἰς ὅσον ἔξεστι μὴ ἐθέλειν μιμεῖσθαι· ὥστ ἀμφότεροι φιλοτιμηθῶμεν, κἀμοί τε πρὸς ὑμᾶς εἰρήσθω μετὰ πάσης εὐνοίας ἅμα καὶ ἀνδρείας τὰ βέλτιστα, ὑμεῖς τε ὅτι οὐ μάτην ταῦτ ἐστὶ λέγειν πρὸς ὑμᾶς, ἀλλ ἴστε χρῆσθαι τοῖς τὰ βέλτιστα συμβουλεύουσι, τοῦτ ἐπιδείξατε. καὶ μὴν βασιλεῖς μὲν ἄριστ ἂν ἄγοιεν τὰ τῶν ἀνθρώπων πράγματα τοῖς τῶν ὅλων κυρίοις ὁμοιοῦντες ἑαυτοὺς τοῖς θεοῖς, πόλεις δ ἄριστ ἂν ἄγοιντο ἐγγυτάτω τῆς τῶν ἀρχόντων γνώμης ἰοῦσαι. ἡμῖν δ ὅσῳ καὶ διαφερόντως τῶν ἄλλων ὑπάρχει τιμᾶσθαι καὶ ὑπὸ τῶν βασιλέων καὶ ὑπὸ τῶν κατ ἐνιαυτὸν ἐπισκόπων ἀφικνουμένων - ὅθεν γὰρ ἠρξάμην ἐνταῦθα καὶ λήξω - πῶς οὐ καὶ τὴν πρόνοιαν εἰκὸς εἶναι πλείω τοῦ μή τι φαίνεσθαι ποιοῦντας ὃ μὴ τούτοις ἂν δόξειεν οὐ καλῶς ἔχειν· μηδαμῶς. ἀλλὰ καὶ τῶν θεῶν ἕνεκ αὐτῶν καὶ τῶν θείων βασιλέων καὶ πάντων τῶν ὄντων καλῶν καὶ νενομισμένων βουληθῶμεν καταστῆναι καὶ μίαν ταύτην εἰ οἱό῀ν τ εἰπεῖν φιλονεικίαν φιλονεικῆσαι πρὸς ἀλλήλους οἵτινες ἄρξουσι πρῶτοι τῆς ὁμονοίας καὶ οἵτινες πλείω καὶ σαφέστερα τῆς εἰς τοὺς ἑτέρους ἀρετῆς ἔργα ἀποδείξονται. ἐγὼ μὲν οὖν καὶ βούλομαι ταῦτα καὶ προσδοκῶ, καὶ τοὺς λόγους τούτους εἰρῆσθαί μοι δεξαίμην ἂν μᾶλλον ἢ τὰ πλεῖστα καὶ μέγιστα τῶν οἰκοδομημάτων ἀνεστακὼς ὑμῖν εἶναι, πλὴν ἱερῶν λέγω. ὑμεῖς δὲ ἂν μὲν πείθησθε, ἔργῳ δῆλον ποιήσετε ὅτι ὑμῖν οὐδὲν ἡμάρτηται, τοῖς δὲ ἀποκνήσασι μέχρι τούτου μνησθῆναι περὶ τούτων πρὸς ὑμᾶς: ἂν δὲ ἑτέρως, ὃ μὴ γένοιτο, σχῆτε, καλὴν αὐτοῖς τὴν ἀπολογίαν ποιήσετε. δόξουσι γὰρ ὀρθῶς σεσιωπηκέναι, συνειδότες ὡς ὑμῶν μὲν οὐδένα βελτίω ποιήσειν ἔμελλον, αὐτοὶ δ ἅπασιν ὑμῖν προσκρούσειν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기