- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

κατοικίδιος?

First/Second declension Adjective; 자동번역 Transliteration: katoikidios

Principal Part: κατοικίδιος κατοικίδιον

Structure: κατοικιδι (Stem) + ος (Ending)

Sense

  1. living in or about a house, domestic, home birds

Examples

  • Καὶ τοίνυν καὶ ἡμῖν τοιοῦτός τις ὁ μαθητὴς νῦν παραδεδόσθω, συνεῖναί τε καὶ εἰπεῖν οὐκ ἀγεννής, ἀλλ᾿ ὀξὺ δεδορκώς, οἱο῀ς καὶ πράγμασι χρήσασθαι ἄν, εἰ ἐπιτραπείη, καὶ γνώμην στρατιωτικήν, ἀλλὰ μετὰ τῆς πολιτικῆς καὶ ἐμπειρίαν στρατηγικὴν ἔχειν, καὶ νὴ Δία καὶ ἐν στρατοπέδῳ γεγονώς ποτε καὶ γυμναζομένους ἢ ταττομένους στρατιώτας ἑωρακὼς καὶ ὅπλα εἰδὼς καὶ μηχανήματα, ἔτι δὲ καὶ τί ἐπὶ κέρως καὶ τί ἐπὶ μετώπου, πῶς οἱ λόχοι, πῶς οἱ ἱππεῖς καὶ πόθεν καὶ τί ἐξελαύνειν ἢ περιελαύνειν, καὶ ὅλως, οὐ τῶν κατοικιδίων τις οὐδ᾿ οἱο῀ς πιστεύειν μόνον τοῖς ἀπαγγέλλουσι. (Lucian, Quomodo historia conscribenda sit, chapter 371)
  • λόγος, ὅτι καὶ γυπὸς ἐγκέφαλος καὶ αἰθυίης ὠμῆς κραδίη, καὶ αἱ κατοικίδιοι γαλέαι βρωθέντες λύουσι τὴν νοῦσον· ἐγὼ δὲ τῶνδε μὲν οὐκ ἐπειρήθην· ἐθεασάμην δὲ ἀνθρώπου γε νεοσφαγέος ὑποθέντας φιάλην τῷ τρώματι καὶ ἀρυσαμένους τοῦ αἵματος πίνοντας. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 128)
  • τῶν μὲν οὖν ἄλλων συνέδρων τῶν ἀπελαθέντων τῆς κατοικιδίου βουλῆς ἧττον ἔφη θαυμάζειν, Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου τῶν καταλυσάντων τὴν ὀλιγαρχίαν, ὑπατικῶν ἀνδρῶν καὶ οὐδενὸς ἧττον ἐπιτηδείων τὰ κοινὰ βουλεύειν, τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι, καὶ οὐ δύνασθαι συμβάλλειν ἐπὶ τίνι λόγῳ δικαίῳ, εἰκάζειν δὲ μίαν αἰτίαν, ὅτι πονηρὰς καὶ ἀσυμφόρους γνώμας εἰσηγεῖσθαι μέλλοντες κατὰ τῶν δημοτικῶν οὐκ ἐβούλοντο παρακαλεῖν εἰς ταῦτα τὰ συνέδρια τοὺς φιλοδημοτάτους, ἀγανακτήσοντας δηλονότι καὶ οὐ περιοψομένους οὐδὲν ἄδικον πολίτευμα κατὰ τοῦ δήμου γινόμενον. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 11, chapter 57 4:2)
  • ἐκ δὲ τῶν ἄλλων πολιτῶν τοὺς κατοικιδίους τε καὶ σχολαίους καὶ ἧττον ὡμιληκότας πολέμοις πλείους ὄντας ἀριθμῷ τῶν ἑτέρων. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 13, chapter 12 4:3)
  • ἡ δὲ ἄνω θαλάττης καὶ ποταμῶν πρόσω κορμασθεῖσα κατὰ μέρη κώπας τε παρέχει καὶ κοντοὺς καὶ ὅπλα παντοῖα καὶ σκεύη τὰ κατοικίδια, φοράδην ὑπ ἀνθρώπων κομιζομένη: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 20, chapter 15 4:2)
  • κατοικίδιός τε καὶ διοπετὴς πόλεμος ἐμάραινε τὴν ἀκμὴν τῆς πόλεως. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 16, chapter 3 5:2)
  • παραχρῆμά τε γὰρ οἱ Ῥωμαῖοι στεφανώσαντες αὐτὸν ἀπέφερον εἰς τὴν πόλιν ὑμνοῦντες ὡς τῶν ἡρώων ἕνα, καὶ πᾶς ὁ κατοικίδιος ὄχλος ἐξεχεῖτο ποθῶν αὐτόν, ἑώς ἔτι περιῆν, θεάσασθαι τὴν τελευταίαν πρόσοψιν: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 25 1:2)

Synonyms

  1. living in or about a house

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION