호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαιρόντων δ αὐτῶν ὡς καταγνωσθησομένου τοῦ Ιὠσήπου καὶ προσκρούσοντος τῷ βασιλεῖ διὰ τὴν βραχύτητα τῆς δωρεᾶς, ἐνστάσης τῆς ἡμέρας οἱ μὲν ἄλλοι προσέφερον τῷ βασιλεῖ ταλάντων οἱ λίαν μεγαλοδωρεῖσθαι νομίζοντες οὐ πλεῖον εἴκοσι, ὁ δ Ὑρκανὸς οὓς ὠνήσατο παῖδας ἑκατὸν καὶ παρθένους τοσαύτας ἀνὰ τάλαντον ἑκάστῳ φέρειν δοὺς προσήγαγεν τοὺς μὲν τῷ βασιλεῖ, τὰς δὲ τῇ Κλεοπάτρᾳ.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기