- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

προδότης?

First declension Noun; Masculine 자동번역 Transliteration: prodotēs

Principal Part: προδότης προδότου

Structure: προδοτ (Stem) + ης (Ending)

Sense

  1. traitor, betrayer

Declension

First declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • καὶ οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν, ὁδηγὸν ἔχων τὸν Μενέλαον, τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα (Septuagint, Liber Maccabees II 5:15)
  • ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρέκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι μήτ᾿ εὐγενῆ τὴν ἐξουσίαν ἔχων, ὑπ᾿ ἀθυμίας φαρμακεύσας ἑαυτὸν ἐξέλιπε τὸν βίον. (Septuagint, Liber Maccabees II 10:13)
  • ἀναίσχυντος εἶ καὶ βδελυρὸς ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ ἀποβλέπειν. (Aristophanes, Acharnians, Parodos, strophe 16)
  • διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖκες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμήθησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου. (Dinarchus, Speeches, 29:1)
  • οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν φίλων, καὶ τῆς πόλεως ἀνάξιον καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην· (Dinarchus, Speeches, 49:2)
  • ὅτ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλίππου Τιμόλαος ὁ τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς εἰς Ἄμφισσαν συλλεγεῖσι Πρόξενος ὁ προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. (Dinarchus, Speeches, 89:2)
  • ὑμεῖς δ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς ἡ βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς [ἐν Ὀλυμπίᾳ] περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς, τοσούτῳ τολμηρότερον Δημάδου, ὥσθ ὁ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν αὑτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμολογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τούτοις δεῖξαι τὸ πρόσωπον, οὐδ ἐναντία τῇ βουλῆς ἀποφάσει λέγειν ἠξίωσε - καίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματ εἰληφώς - σὺ δ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἰεί τοὺς δικαστὰς ὡς μόνου σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σε τὸ χρυσίον ἀποπέφαγκεν. (Dinarchus, Speeches, 124:1)
  • οὐ πόσις ἡμῶν προδότης γέγονεν, στέρομαι δ οἴκων, στέρομαι παίδων, φροῦδαι δ ἐλπίδες, ἃς διαθέσθαι χρῄζουσα καλῶς οὐκ ἐδυνήθην, σιγῶσα γάμους, σιγῶσα τόκους πολυκλαύτους· (Euripides, Ion, episode, lyric5)
  • οὐδ εἶφ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων, Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός· (Euripides, episode, anapests 1:36)

Related

명사

형용사

동사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION