- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 31

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 31)

Δημοσθένης δ ὁ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ.? Διοκλῆς δὲ ὁ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος ἢ λάβραξ, ὁ μὲν ἑφθός, ἔφη, ὁ δὲ ὀπτός ὀψοφάγος δ ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ιὄβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ιὄβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ηχος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὁρ´α. ἤμην γάρ ποτ ἐγὼ Βάκχῳ φίλος, οὐδὲ τιν ὧδε γῆρυν χρυσολόβοις οὐάσιν ἠγάσατο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION