- ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετ᾿ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν Κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ἰσραήλ. (Septuagint, Liber Maccabees II 11:6)
(70인역 성경, Liber Maccabees II 11:6)
- οὕτως εἶπε Κύριος. φωνὴ ἐν Ραμᾷ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ. Ραχὴλ ἀποκλαιομένη οὐκ ἤθελε παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν. (Septuagint, Liber Ieremiae 38:15)
(70인역 성경, 예레미야서 38:15)
- ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων. (Lucian, Cataplus, (no name) 3:13)
(루키아노스, Cataplus, (no name) 3:13)
- ποίαν ἀχώ, ποῖον ὀδυρμόν, δειλαία δειλαίου γήρως, δουλείας τᾶς οὐ τλατᾶς, τᾶς οὐ φερτᾶς· (Euripides, Hecuba, choral, strophe2)
(에우리피데스, Hecuba, choral, strophe2)
- ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι θρήνων τ ὀδυρμοὶ μοῦσά θ ἣ λύπας ἔχει. (Euripides, The Trojan Women, episode, antistrophe 3 1:1)
(에우리피데스, The Trojan Women, episode, antistrophe 3 1:1)
- ἦν μὲν γάρ αὐτοῖς ἀχαράκωτον τὸ στρατόπεδον καὶ ἀτείχιστον, ἀπελείποντο δὲ τῶν βαρβάρων ἔτι πολλαὶ μυριάδες ἀήττητοι, καὶ συμμεμιγμένων τούτοις ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων, ὀδυρμὸς ἦν διὰ νυκτός, οὐ κλαυθμοῖς οὐδὲ στεναγμοῖς ἀνθρώπων ἐοικώς, ἀλλὰ θηρομιγής τις ὠρυγὴ καὶ βρύχημα μεμιγμένον ἀπειλαῖς καὶ θρήνοις ἀναπεμπόμενον ἐκ πλήθους τοσούτου τά τε πέριξ ὄρη καὶ τὰ κοῖλα τοῦ ποταμοῦ περιεφώνει. (Plutarch, Caius Marius, chapter 20 2:1)
(플루타르코스, Caius Marius, chapter 20 2:1)
- ἀγανάκτησις δὴ μετὰ τοῦτ ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 11, chapter 27 8:1)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 27 8:1)
- τοῦτο τὸ τέλος ἐξενέγκαντος Ἀππίου πολὺς μὲν ὀδυρμὸς ὑπὸ τῆς παρθένου καὶ τῶν περὶ αὐτὴν γυναικῶν ἐγίνετο καὶ κοπετός, πολλὴ δὲ κραυγὴ καὶ ἀγανάκτησις ἐκ τοῦ περιεστηκότος ὄχλου τὸ βῆμα. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 11, chapter 31 4:2)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 31 4:2)
- παυσαμένης δ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη κατέσχε τὸν οἶκον οἰμωγή, ὥστ ἐπὶ πολὺ ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 43 1:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 43 1:1)
- Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ιἐρεμίου τοῦ προφήτου λέγοντος φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς: (, chapter 1 88:1)
(, chapter 1 88:1)