- 문장 내 검색

헬라어 문장 내 검색 Language

παυσαμένης δ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη κατέσχε τὸν οἶκον οἰμωγή, ὥστ ἐπὶ πολὺ ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου.?
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 43 1:1)
ἀγανάκτησις δὴ μετὰ τοῦτ ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός:
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 27 8:1)
τοῦτο τὸ τέλος ἐξενέγκαντος Ἀππίου πολὺς μὲν ὀδυρμὸς ὑπὸ τῆς παρθένου καὶ τῶν περὶ αὐτὴν γυναικῶν ἐγίνετο καὶ κοπετός, πολλὴ δὲ κραυγὴ καὶ ἀγανάκτησις ἐκ τοῦ περιεστηκότος ὄχλου τὸ βῆμα.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 31 4:2)
Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ιἐρεμίου τοῦ προφήτου λέγοντος φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς:
(ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ, chapter 1 88:1)
ἦν μὲν γάρ αὐτοῖς ἀχαράκωτον τὸ στρατόπεδον καὶ ἀτείχιστον, ἀπελείποντο δὲ τῶν βαρβάρων ἔτι πολλαὶ μυριάδες ἀήττητοι, καὶ συμμεμιγμένων τούτοις ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων, ὀδυρμὸς ἦν διὰ νυκτός, οὐ κλαυθμοῖς οὐδὲ στεναγμοῖς ἀνθρώπων ἐοικώς, ἀλλὰ θηρομιγής τις ὠρυγὴ καὶ βρύχημα μεμιγμένον ἀπειλαῖς καὶ θρήνοις ἀναπεμπόμενον ἐκ πλήθους τοσούτου τά τε πέριξ ὄρη καὶ τὰ κοῖλα τοῦ ποταμοῦ περιεφώνει.?
(플루타르코스, Caius Marius, chapter 20 2:1)

SEARCH

MENU NAVIGATION