- καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς. (Septuagint, Liber Genesis 28:12)
(70인역 성경, 창세기 28:12)
- εἶτα αὐτὸς μὲν ἀποτρέπεται μετὰ τῶν ἄλλων ἱερέων τῆς δὲ καταβάσης ἥ τε κλίμαξ ἀναιρεῖται καὶ κατακρύπτεται τὸ οἴκημα γῆς πολλῆς ἄνωθεν ἐπιφορουμένης, ὥστε ἰσόπεδον τῷ λοιπῷ χώματι γενέσθαι τὸν τόπον, οὕτω μὲν αἱ προέμεναι τὴν ἱερὰν παρθενίαν κολάζονται. (Plutarch, Numa, chapter 10 7:1)
(플루타르코스, Numa, chapter 10 7:1)
- τοὺς μὲν γὰρ ἀνθρώπους βέλεσιν ἀπὸ τῶν τειχῶν ἀπεσκέδασε, πρῶτος δὲ διὰ κλίμακος τεθείσης ἀναβὰς ἐπὶ τ ὁ τεῖχος, ὡς ἥ τε κλίμαξ συνετρίβη καὶ τῶν βαρβάρων ὑφισταμένων παρὰ τὸ τεῖχος ἐλάμβανε πληγὰς κάτωθεν, ὀλιγοστὸς ὢν συστρέψας ἑαυτὸν εἷς μέσους ἀφῆκε τοὺς πολεμίους καὶ κατὰ τύχην ὀρθὸς ἔστη. (Plutarch, Alexander, chapter 63 2:1)
(플루타르코스, Alexander, chapter 63 2:1)
- Ὅταν δὲ ταῦτα κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα ἢ πρὸς τύρσιν τινὰ ὓψηλὴν, ἢ πρὸς ἀέτωμα οἴκου‧ τὸ δὲ χωρίον, ἵνα κατασείεις, ἀντίτυπον ἔστω‧ τοὺς δὲ ἀνατείνοντας εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ ἰσοῤῬόπως καὶ ἐξαπιναίως ἀφήσουσι, καὶ μήτε ἡ κλίμαξ ἑτερόῤῬοπος ἐπὶ τὴν γῆν ἀφίξεται, μήτε αὐτοὶ προπετέες ἔσονται. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 43.4)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 43.4)
- Ἀρκέει δὲ καὶ κλίμαξ ἰσχυροὺς ἔχουσα τοὺς κλιμακτῆρας, ὑποτεταμένη ὑπὸ τὴν κλίνην, ἀντὶ τοῦ οὐδοῦ τε καὶ τοῦ ξύλου τοῦ παρατεταμένου, ὡς τὰ ὕπερα, πρὸς τῶν κλιμακτήρων τοὺς ἁρμόζοντας ἔνθεν καὶ ἔνθεν προσερηρεισμένα, ἀνακλώμενα, οὕτω τὴν κατάτασιν ποιέηται τῶν δεσμῶν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 78.3)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 78.3)
- "μετὰ δὲ τοῦτο αἴθριον ἐξεδέχετο τὴν ἐπάνω τῆς ὑποκειμένης προστάδος τάξιν κατέχον ᾧ κλῖμάξ τε ἑλικτὴ φέρουσα πρὸς τὸν κρυπτὸν περίπατον παρέκειτο καὶ συμπόσιον ἐννεάκλινον, τῇ διαθέσει τῆς κατασκευῆς Αἰγύπτιον. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 3737)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 3737)