ἐπίκαιρος?
First/Second declension Adjective;
자동번역
Transliteration: epikairos
Principal Part:
ἐπίκαιρος
ἐπίκαιρον
Structure:
ἐπικαιρ
(Stem)
+
ος
(Ending)
Sense
- in fit time or place, in season, seasonable, opportune, convenient, most convenient, convenient for . .
- vital
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων ἐνίκα τροπούμενος (Septuagint, Liber Maccabees II 8:6)
- ὁπλολογήσαντες δὲ αὐτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ἱεροσόλυμα. (Septuagint, Liber Maccabees II 8:31)
- ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ἰδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ἰουδαίους, καὶ τοὺς φυγαδευθέντας ἀπὸ Ἱεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν. (Septuagint, Liber Maccabees II 10:15)
- διέταξεν Ἰούδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μή ποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται. τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν. (Septuagint, Liber Maccabees II 14:22)
- ἀπόξυροί τε γὰρ αἱ πέτραι καὶ ἀπρόσβατοι πανταχόθεν, ἠρέμα ἐπινενευκυῖαι, καὶ τῷ ποδὶ στενὴν ταύτην ὁ κρημνὸς ἔχει τὴν ἐπίβασιν, ὡς ἀκροποδητὶ μόλις ἑστάναι, καὶ ὅλως ἐπικαιρότατος ἂν ὁ σταυρὸς γένοιτο. (Lucian, Prometheus, (no name) 1:6)
- ἦν δὲ καὶ τούτων, ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι, οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 179)
- Ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξις, ἡλικίη, ὡρ´η, ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα· κἢν πολλὰ κωλύῃ, εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος ᾖ, ὁκοῖον γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μἕλαινα · ἥδε τοι γὰρ τὰ εἴσω πάντα σημαίνει· ξυντεκμ αίρεσθαι δὲ ἐπὶ πᾶσι τὴν δύναμιν, εἰ μὴ προαπηύδηκε ἐκ τῆς νούσου πόνων τε καὶ διαίτης. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 124)
- Χρεὼ βουλῆς ἀμφὶ αἵματος ἀφαιρέσιος ἐν τοῖσι μελαγχολικοῖσι, ἀφ οὗ γίγνεται ἡ νοῦσος, ἀλλὰ καὶ κακοχυμίης , οὐδ ἐπὶ σμικρῷ τῷ πλήθεϊ· ἢν μὲν ὦν ἡλικίης νέης λάβηται καὶ ὡρ´ης ἐαρινῆς, τάμνειν φλέβα τὴν ἐπ ἀγκῶνι τῷ δεξιῷ μέσην, ὅκως ἀπὸ τοῦ ἥπατος εἰή ἐπίκαιρος ἡ Ῥοή. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 161)
- ἐπίκαιρος γὰρ ἡ πόλις ἐστὶ τοῖς βουλομένοις ἔχειν ὁρμητήριον πρὸς τὸ διαπολεμεῖν περὶ τῶν ὅλων. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 78 2:2)
- τὸ μὲν γὰρ ἀλλοῖον τῶν ὀφθαλμῶν ἐστιν ἐπίκαιρος γοητεία, τὸ δὲ σύμφυτος καὶ ἀνεξάλειπτος καὶ ἀίδιος οἰκίας κόσμος. (Epictetus, Works, gnomologium epicteteum e( stobaei libris 3-4) 40:2)
Synonyms
-
in fit time or place
- εὔκαιρος (well-timed, in season, seasonable)
- καίριος (in season, seasonable, timely)