- καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν. (Septuagint, Liber Exodus 30:16)
(70인역 성경, 탈출기 30:16)
- οὔτε γὰρ ἐν ταῖς ἐκκλησίαις χρήσιμόν ἐστι τοῦτο τὸ γένος τῆς φράσεως, ἐν αἷς ὑπὲρ εἰρήνης καὶ πολέμου καὶ νόμων εἰσφορᾶς καὶ πολιτειῶν κόσμου καὶ τῶν ἄλλων τῶν κοινῶν καὶ μεγάλων αἱ πόλεις βουλευσόμεναι συνέρχονται, οὔτ ἐν τοῖς δικαστηρίοις, ἔνθα περὶ θανάτου καὶ φυγῆς καὶ ἀτιμίας καὶ δεσμῶν καὶ χρημάτων ἀφαιρέσεως οἱ λόγοι πρὸς τοὺς ἀνειληφότας τὴν ὑπὲρ τούτων ἐξουσίαν λέγονται αἳ λυποῦσι τὸν πολιτικὸν ὄχλον οὐκ ὄντα τῶν τοιούτων ἀκουσμάτων ἐν ἔθει, οὔτ ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις, ἐν αἷς περὶ τῶν βιωτικῶν διαλεγόμεθα πολίταις ἢ φίλοις ἢ συγγενέσιν διηγούμενοί τι τῶν συμβεβηκότων ἑαυτοῖς ἢ συμβουλευόμενοι περί τινος τῶν ἀναγκαίων, ἢ νουθετοῦντες ἢ παρακαλοῦντες ἢ συνηδόμενοι τοῖς ἀγαθοῖς ἢ συναλγοῦντες τοῖς κακοῖς: (Dionysius of Halicarnassus, , chapter 493)
(디오니시오스, , chapter 493)
- καὶ ἀπεδείχθησαν οἱ πρῶτοι Πούπλιος Ο ὐετούριος καὶ Μινούκιος Μᾶρκος καὶ χρήματα συνήχθη πολλά, τρισκαίδεκα γὰρ ἀπεγράψαντο μυριάδες, ὀρφανοῖς παισὶ καὶ χήραις γυναιξὶν ἀνεθείσης τῆς εἰσφορᾶς. (Plutarch, Publicola, chapter 12 3:1)
(플루타르코스, Publicola, chapter 12 3:1)
- ποίαν δὲ ὑμεῖς, ἔφασαν, ὦ δήμαρχοι, νόμων εἰσφορᾶς ἢ ἀναιρέσεως ἐξουσίαν ἔχετε· (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 4 2:2)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 4 2:2)
- τοῦτο τὸ τέλος λαβόντος τοῦ λῃστρικοῦ πολέμου τὴν πολιτικὴν πάλιν ἀνερρίπιζον οἱ δήμαρχοι στάσιν ἀξιοῦντες ἀπολαβεῖν παρὰ τοῦ περιόντος ὑπάτου τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο πρὸς αὐτοὺς ὁ τεθνηκὼς ἐν τῇ μάχῃ Οὐαλέριος ὑπὲρ τῆς εἰσφορᾶς τοῦ νόμου. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 17 1:1)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 17 1:1)
- εἰσφορὰς λογίζῃ πόσας· (Dionysius of Halicarnassus, chapter 12 1:13)
(디오니시오스, chapter 12 1:13)
- ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα μνείαν, ἀλλ ἑτοίμως ἔχομεν μηδὲν εἰς τὸ πρόσθεν ἡμῖν αὐτοῖς πράττοντες τριήρεις πληροῦν καὶ χρημάτων εἰσφορὰς ποιεῖσθαι καὶ βοηθεῖν καὶ πολεμεῖν, ὥσπερ ἂν τύχωμεν ἐν ἀλλοτρίᾳ πόλει κινδυνεύοντες. (Dionysius of Halicarnassus, De Isocrate, chapter 16 4:5)
(디오니시오스, De Isocrate, chapter 16 4:5)
- τῶν τε πολιτῶν διὰ τὰς εἰσφορὰς οὐ τρεφόντων βοσκήματα, εἶπεν ὅτι ἱκανὰ ἦν αὑτῷ πρὸς τοσοῦτον: (Aristotle, Economics, Book 2 73:1)
(아리스토텔레스, 경제학, Book 2 73:1)